Ancient Greek
Page 268
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 268
Not analysed yet
QUAESTIONES IN JOSUAM «Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωϋσῆ δούλου Κυρίου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ, τῷ ὑπουργῷ Μωϋσῆ, λέγων· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε. νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς». ὁ πάνσοφος ἡμᾶς ἐδίδαξε Παῦλος, ὡς τύπος ἦν ἡ παλαιὰ τῆς καινῆς. «ταῦτα γὰρ πάντα, φησί, τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». καὶ γαλάταις δὲ ἐπιστέλλων οὕτως ἔφη· «γέγραπται ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι», καὶ τὰ ἑξῆς. καὶ γέγραφεν, οὐ τὴν ἱστορίαν ἐκβάλλων, ἀλλὰ τῇ ἀληθείᾳ παραβάλλων τὸν τύπον, τὸν Ἀβραὰμ τῷ Θεῷ, τὰς γυναῖκας ταῖς δύο διαθήκαις, τοὺς υἱοὺς τοῖς λαοῖς. οὕτω τοίνυν κἀνταῦθα Μωϋσέα νοητέον τὸν νόμον· Ἰησοῦν τὸν ὁμώνυμον ἐκείνῳ σωτῆρα. ὅτι δὲ καὶ ὁ νόμος Μωϋσῆς ὠνόμασται, ἀπεδείξαμεν ἤδη ταῖς τῆς θείας γραφῆς μαρτυρίαις χρησά-