Ancient Greek
Page 269
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 269
Not analysed yet
μενοι· «ἔχουσι, γάρ φησι, Μωϋσέα καὶ τοὺς προφήτας». καί, «μέχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται». ὥσπερ τοίνυν κατὰ τὴν ἱστορίαν Μωϋσῆ τετελευτηκότος, Ἰησοῦς τὸν λαὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτω μετὰ τὸ τοῦ νόμου τέλος ὁ ἡμέτερος ἐπιφανεὶς Ἰησοῦς ἀνέῳξε τῷ εὐσεβεῖ λαῷ τὴν βασιλείαν τῶν οὐρανῶν. «τέλος, γάρ φησι, νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». καί, «ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν· ἀπὸ δὲ τῶν ἡμέρων Ἰωάννου ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν». I Καὶ πῶς ἁρμόττει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τὸ τῆς ὑπουργίας ὄνομα; περὶ γὰρ Ἰησοῦ τοῦ Ναυῆ ἔφη, «εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ τῷ ὑπουργῷ Μωϋσῆ». Ἀκούομεν καὶ τοῦ ἀποστόλου λέγοντος· «λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων». καὶ πάλιν «ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γεννώμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». ὡς ὑπὸ νόμον τοίνυν γενόμενος, οὕτω καὶ διάκονος ἐκλήθη περιτομῆς. οὕτω καὶ τοῖς ἰουδαίοις ἔφη· «εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἐλάλησεν». καὶ γὰρ ἐκεῖνοι πρὸς Ἰησοῦν εἰρήκεισαν τὸν Ναυῆ,