Ancient Greek
Page 273
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 273
Not analysed yet
ὑψῶσαί σε κατενώπιον τῶν υἱῶν Ἰσραήλ». τοῦτο καὶ ἐπὶ τῆς ἀληθείας ἐγένετο. ὥσπερ γὰρ ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐκ τοῦ κατὰ τὸν Ἰορδάνην θαύματος δῆλος γέγονε θεοφιλὴς ὢν ἀνήρ· οὕτως καὶ ὁ ἡμέτερος Ἰησοῦς μετὰ τὸν Ἰορδάνην, καὶ τὸ Ἰωάννου βάπτισμα, τῆς διδασκαλίας καὶ τῶν θαυμάτων τὴν ἀρχὴν ἐποιήσατο. ἀλλ' ἴσως τισὶν ἀνάρμοστον εἶναι δοκεῖ τό, «ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε», ἐπὶ τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν τιθέμενον. ἀλλ' ἀκουσάτωσαν αὐτοῦ πρὸς τὸν πατέρα λέγοντος· «πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι». καὶ ὁ ἀπόστολος δέ φησι· «διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». ὑψωθεὶς δὲ οὐκ ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ' ἔδειξεν ὅπερ εἶχεν· ἀγνοούμενος γὰρ ὅτι υἱός ἐστι τοῦ τῶν ὅλων Θεοῦ, ἐδείχθη τοῦτο ὤν, τοῦ πατρὸς παρὰ τὸν Ἰορδάνην εἰρηκότος· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα». προτυποῦσι δὲ καὶ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τὸν βαπτιστὴν Ἰωάννην. ἱερεὺς γὰρ κἀκεῖνος, καὶ ἀρχιερέως υἱός. ὥσπερ τοίνυν τῶν ἱερέων τὴν κιβωτὸν φερόντων καὶ πρῶτον εἰς τὸν Ἰορδάνην εἰσεληλυθότων καὶ μετὰ τοῦ Ἰησοῦ τοῦ προφήτου καὶ στρατηγοῦ ἅπας διελήλυθεν ὁ λαός, οὕτως Ἰωάννου τοῦ πάνυ βαπτίζειν ἀρξαμένου, καὶ Ἰησοῦ τοῦ σωτῆρος ἁγιάσαντος τῶν ὑδάτων τὴν φύσιν, ὁ εὐσεβὴς λαὸς διὰ τοῦ παναγίου βαπτίσματος εἰς τὴν τῶν οὐρανῶν εἴσεισι βασιλείαν. καὶ μέντοι καὶ οἱ δώδεκα ἄνδρες καὶ οἱ ἰσάριθμοι λίθοι, τὸν θεῖον προετύπωσαν τῶν ἀποστόλων χορόν, οἱ γὰρ αὐτοὶ καὶ οἰκοδόμοι καὶ θεμέλιοι· «οἰκοδομηθέντες, γάρ φησιν, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν». καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος ἔφη· «ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα».