Ancient Greek
Page 274
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 274
Not analysed yet
τὸ μέντοι «πῆγμα» «ἄσκωμα» ὁ Σύμμαχος ἡρμήνευσεν. ἐπεχομένη γὰρ τῶν ὑδάτων ἡ ῥύμη οἷον ἠσκοῦτο καὶ ἐκορυφοῦτο· παντὸς γὰρ ἀδαμαντίνου τείχους πλέον ἐπεῖχεν αὐτὴν ὁ τοῦ δημιουργήσαντος ὅρος. καὶ πρὸ τοῦ Πάσχα δὲ γέγονεν ἡ διάβασις· τῇ δεκάτῃ γὰρ διαβάντες, ἐπετέλεσαν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Πάσχα τὴν ἑορτήν. ἐπειδὴ κἀν τῇ ἀληθείᾳ μετὰ τὸ σωτήριον βάπτισμα ἡ τοῦ ἀμώμου ἀμνοῦ μετάληψις γίνεται. III Πῶς νοητέον τό, «περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου»; Τὴν ἀλήθειαν μάλιστα οὗτος ὁ λόγος προδιαγράφει. τοῖς γὰρ τὴν μωσαϊκὴν δεξαμένοις περιτομὴν τὴν πνευματικὴν προσήνεγκαν περιτομὴν τῶν εὐαγγελίων οἱ κήρυκες· «πιστεύσατε, γὰρ ἔλεγον, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος». ταύτην ὁ θεῖος ἀπόστολος «ἀχειροποίητον περιτομὴν» προσηγόρευσε. καὶ ἀλλαχοῦ, «περιτομή, φησί, καρδίας ἐν πνεύματι, οὐ γράμματι». οἱ τοίνυν ἐξ ἰουδαίων τῷ σωτῆρι πεπιστευκότες, τὴν μωσαϊκὴν περιτομὴν ἔχοντες, προσέλαβον τὴν πνευματικήν. τὸ τοίνυν «ἐκ δευτέρου» τὴν ἀλήθειαν προτυποῖ· τὴν γὰρ σάρκα δὶς περιτμηθῆναι τῶν ἀδυνάτων. ἡ δὲ ἐξεπιπολῆς τοῦ γράμματος διάνοια τοῦτο δηλοῖ· ὅτι καθάπερ τῷ Ἀβραὰμ τοῦτον ἐξ ἀρχῆς ὁ Θεὸς ἐδεδώκει τὸν νόμον, οὕτως «ἐκ δευτέρου» προσέταξε τῷ Ἰησοῦ τοὺς ἀπεριτμήτους περιτεμεῖν. θρηνῆσαι δὲ ἄξιον ἰουδαίους, συνιδεῖν οὐ δυναμένους, ὡς οἱ περιτετμημένοι μὲν ἀνῃρέθησαν διαφόροις τιμωρίαις περιπεσόντες, οἱ δὲ ἀπερίτμητοι διεσώθησαν· καὶ οἱ μὲν πατέρες διώλοντο, οἱ δὲ παῖδες τὴν ἀπαγ-