Ancient Greek
Page 276
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 276
Not analysed yet
ἐδέξαντο, δεισάντων, ὡς εἰκὸς τῶν ἐκείνους γεγεννηκότων διὰ τὴν τῶν βρεφῶν ἀναίρεσιν, προσενεγκεῖν αὐτοῖς τὴν περιτομήν. ἅπαντες δέ, ὡς ἔπος εἰπεῖν, πλὴν ὀλίγων, οἱ ἐν τῇ ἐρήμῳ φύντες ἀπερίτμητοι μεμενήκασι. Γάλγαλα δὲ ὁ τόπος ὠνομάσθη, τοὔνομα δὲ τὴν ἐλευθερίαν δηλοῖ. τότε ὁ τῶν ὅλων ἔφη Θεός· «ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν». δηλοῖ δὲ ὁ λόγος τὴν τῆς αἰγυπτιακῆς δουλείας καὶ δυσσεβείας ἀπαλλαγήν, καὶ τῆς ἐπηγγελμένης γῆς τὴν ἀπόληψιν. καὶ ἡμεῖς δὲ μανθάνομεν, ὡς ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος, καὶ τὴν πνευματικὴν περιτομὴν δεχόμενος, τὸ τῆς ἁμαρτίας ὄνειδος ἀποτίθεται. V Τίνα νοητέον τὸν ἀρχιστράτηγον τῆς δυνάμεως Κυρίου; Τινές φασι τὸν Θεὸν λόγον ὀφθῆναι· ἐγὼ δὲ οἶμαι Μιχαὴλ τὸν ἀρχάγγελον εἶναι. ἡνίκα γὰρ ἐπλημμέλησαν, ὁ τῶν ὅλων ἔφη Θεός· «οὐ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ τὸν λαὸν σκληροτράχηλον εἶναι, ἀλλ' ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου πρότερόν σου». τοῦτον οἶμαι νῦν ὀφθῆναι τῷ Ἰησοῦ παραθαρρύνοντα, καὶ τὴν θείαν βοήθειαν προσημαίνοντα. VI Πῶς τοίνυν τοῖς θείοις ἐχρήσατο ῥήμασι; «λῦσον, γὰρ ἔφη, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' ᾧ ἕστηκας ἅγιός ἐστιν». Ἐπειδὴ ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός, «ὡς ἐγενόμην μετὰ