Ancient Greek
Page 275
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 275
Not analysed yet
γελίαν ἐδέξαντο. οὕτω καὶ ἡμεῖς παῖδες ὄντες τὴν τῶν οὐρανῶν προσδεχόμεθα βασιλείαν· ἰουδαῖοι δὲ τάξιν ἔχοντες πατέρων τῶν αἰωνίων ἐξέπεσον ἀγαθῶν, καὶ τῆς τῶν πατριαρχῶν ἐξεβλήθησαν συγγενείας. ἐχρῆν τοίνυν αὐτοὺς διὰ τούτων μαθεῖν, ὡς οὐκ ἀεὶ τῆς περιτομῆς ἀναγκαῖον τὸ χρῆμα. προμηνύσας γὰρ τῷ Ἀβραὰμ τῆς παροικίας τὸν χρόνον ὁ δεσπότης Θεός, περιτμηθῆναι προσέταξε· τῆς αἰγυπτίων δὲ δουλείας ἀπαλλαγέντας, καὶ ἐν ἐρήμῳ διάγοντας, οὐκ ἀπῄτησε τοῦδε τοῦ νόμου τὴν φυλακήν, οὐδὲ τῆς παραβάσεως εἰσέπραξε δίκας. ἐπειδὴ καθ' ἑαυτοὺς ζῶντες καὶ τῆς τῶν ἀλλοφύλων ἐθνῶν ἐπιμιξίας ἀπηλλαγμένοι, τοῦ σημείου τῆς περιτομῆς οὐκ ἐδέοντο. ὅτε δὲ λοιπὸν αὐτοὺς εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν περιτμηθῆναι προσέταξεν, ἵνα μὴ ἡ ἐπιμιξία τῇ εὐσεβείᾳ λυμήνηται. εἰ γὰρ καὶ συνέβαινε περιπεσεῖν ἀπάτῃ τινά, ῥᾴδιον ἦν τὸ σημεῖον ἰδεῖν καὶ τὴν ἀγέλην καταλαβεῖν· τὰ γὰρ ἐσφραγισμένα πρόβατα, κἂν ἀπόληται ῥᾳδίως εὑρίσκεται. IV Διὰ τί μαχαίραις αὐτοὺς πετρίναις περιτμηθῆναι προσέταξεν; Πάμπολυ πλῆθος ἦν τὸ περιτεμνόμενον, καὶ συντόμως ἔδει περιτμηθῆναι, καὶ ἐπιτελέσαι τοῦ Πάσχα τὴν ἑορτήν. εἰκὸς οὖν ἦν, τοὺς ἐν ἐρήμῳ τοσοῦτον διάγοντας χρόνον μὴ ἔχειν πολλὰς ἐκ σιδήρου κατασκευασμένας μαχαίρας. ἄλλως τε καὶ προτυποῦσιν αἱ πέτριναι μάχαιραι τὴν ἡμετέραν περιτομήν· πέτρα γὰρ ὁ δεσπότης Χριστός. «ἔπινον, γάρ φησιν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός». ὁ δὲ αὐτὸς καὶ μάχαιρα κέκληται· «ζῶν, γάρ φησιν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». ἡ δὲ σωτήριος αὐτοῦ διδασκαλία τὴν πνευματικὴν ἡμῖν προσφέρει περιτομήν. ἡ μέντοι ἱστορία ἐδίδαξεν, ὅτι πολλοὶ καὶ τῶν ἐν Αἰγύπτῳ τεχθέντων τὴν περιτομὴν οὐκ