Ancient Greek
Page 278
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 278
Not analysed yet
ἔδει δὲ καὶ «ὡς ἀγριέλαιον ἐγκεντρισθῆναι εἰς τὴν καλλιέλαιον», ᾗ φησιν ὁ μακάριος Παῦλος. IX Τί ἐστιν, «ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ ἐπιστήσει τὰς πύλας αὐτῆς»; Ἐπειδὴ τὴν πόλιν ἀνέθηκε τῷ Θεῷ, εἰκότως αὐτὴν κατέσκαψεν· ἄτοπον ἡγησάμενος οἰκητήριον γενέσθαι κοινὸν τὸ τῷ Θεῷ ἀπονεμηθέν. ἐπηράσατο δὲ τοῖς ταύτην οἰκοδομοῦσιν, ὥστε τὸν ἐπιχειροῦντα παραβῆναι τὸν ὅρον, τὰ θεμέλια μὲν πηγνύντα, τῶν υἱέων ἀποβαλεῖν τὸν πρωτότοκον· τὰς δὲ πύλας ἐπιτιθέντα, τὸν ἔσχατον. μέμνηται δὲ τῆς ἀρᾶς καὶ ἡ τῶν Βασιλειῶν ἱστορία. X Τί δήποτε τοῦ Ἄχαρ κεκλοφότος ἅπας ὁ λαὸς ἐπαιδεύθη; Ὑπέλαβεν ὁ κεκλοφώς, ὥσπερ τοὺς ἀνθρώπους, οὕτω δὴ λήσειν καὶ τὸν Θεόν. ἠβουλήθη τοίνυν κἀκεῖνον διελέγξαι, καὶ πᾶσιν ἐνθεῖναι δέος, ὅπως οἱ τοὺς θείους νόμους φυλάττοντες τοὺς παραβαίνοντας διελέγχωσιν, ὡς τῆς ἐπαχθησομένης μεθέξοντες τιμωρίας. τὴν δὲ «ψιλὴν» ὁ Ἀκύλας «στολὴν» ἡρμήνευσεν· ὁ δὲ Ἰώσηπος «χλανίδα»· τὴν δὲ «γλῶσσαν», «μάζαν χρυσῆν». δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς ἡ ὑπὸ τῶν προφητῶν καλουμένη κοιλὰς Ἀχώρ, αὕτη ἐστὶν ἐν ᾗ ὁ Ἀχὰρ κατελεύσθη. καὶ γὰρ ἡ Ἐμεκαχώρ, φάραγξ Ἀχὼρ ἑρμηνεύεται.