Ancient Greek
Page 279
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 279
Not analysed yet
XI Διὰ τί προσέταξεν ὁ Θεὸς προλοχῆσαι τὴν Γαΐ; Διδάσκει καὶ ταῖς ἀνθρωπίναις ἐπινοίαις κεχρῆσθαι, πιστεύοντας δηλονότι τῇ θείᾳ ῥοπῇ. ἐπειδὴ γὰρ διὰ μόνης τῆς τῶν σαλπίγγων ἠχῆς εἷλον τὴν πρώτην πόλιν, μάλα εἰκότως μανθάνουσιν ἀγωνίζεσθαι καὶ πονεῖν, καὶ τὴν θείαν προσμένειν ἐπικουρίαν. αὐτίκα γοῦν πολεμοῦσιν αὐτοῖς ἐπεκούρησε, καὶ τοὺς πεφευγότας σκηπτοῖς καὶ χαλάζῃ κατηνάλωσεν ἅπαντας. τὸ μέντοι «γαῖσον» ᾧ τοὺς λοχῶντας διήγειρεν Ἰησοῦς, «ἀσπίδα» ἡρμήνευσεν ὁ Ἰώσηπος, ὡσαύτως δὲ καὶ ὁ Σύμμαχος. XII Τινὲς ὠμότητα τοῦ προφήτου κατηγοροῦσιν, ὅτι καὶ πάντας ἄρδην ἀνῄρει καὶ τοὺς βασιλέας ἐσταύρου. Ὁ τοῦ προφήτου κατηγορῶν, τοῦ ταῦτα προστεταχότος κατηγορεῖ. αὐτὸς γὰρ διὰ Μωϋσῆ τοῦ νομοθέτου προσέταξε, πάντας ἄρδην ἀναιρεθῆναι τοὺς τὴν γῆν ἐκείνην οἰκήσαντας· ἅτε δὲ πανωλεθρίας ἄξια πεπραχότας καὶ εἰς ἔσχατον παρανομίας ἐλάσαντας. τούτου χάριν καὶ τὸν κατακλυσμὸν ἐπενήνοχε πάλαι, καὶ τὰ Σόδομα καὶ τὰ Γόμορρα πυρὶ κατηνάλωσε· καὶ τοῖς ἄρχουσι δὲ προσέταξεν ὁ προφήτης ἐπιθεῖναι τοὺς πόδας τοῖς τῶν βασιλέων τραχήλοις, ἵνα θαρρήσαντες προθυμότερον παρατάξωνται. τοῦτο καὶ ὁ Κύριος ἡμῶν προσέταξεν Ἰησοῦς. «ἰδού, γὰρ ἔφη, δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». εἴη τοίνυν καὶ ἡμᾶς ἐπιθεῖναι τοὺς πόδας ἡμῶν ἐπὶ τοὺς τραχήλους τῶν ἀντικειμένων πνευμάτων.