Ancient Greek
Page 280
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 280
Not analysed yet
XIII Διὰ τί ξυλοκόπους καὶ ὑδροφόρους τοὺς γαβαωνίτας ἀπέφηνεν; Ἐξηπάτησαν καὶ τῷ σχήματι καὶ τῷ ψεύδει τῶν λόγων. καὶ δέον ἔρεσθαι τὸν δεσπότην Θεόν, εἶθ' οὕτως τὰς πρὸς αὐτοὺς συνθήκας ποιήσασθαι· τοῖς ψευδέσι λόγοις αὐτῶν πεπιστευκότες ἐπείσαντο, καὶ τὰς συνθήκας ἐκράτυναν ὅρκῳ. προσετετάχει δὲ ὁ τῶν ὅλων Θεὸς πάντας ἐκείνους παραδοθῆναι θανάτῳ. τῆς θείας τοίνυν ἐντολῆς καὶ τῶν ὅρκων μέσος ἀποληφθείς, ὑπηρέτας αὐτοὺς τῆς ἱερᾶς λειτουργίας ἀπέφηνεν. οὐκ ἀτιμία δὲ τὸ διακονεῖν τῷ Θεῷ, ἀλλὰ καὶ μεγίστη τιμή. ἔδει δὲ καὶ τοῦ Νῶε τὴν πρόρρησιν πέρας λαβεῖν. ἔφη γάρ, «ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ». ἐν δὲ τοῖς γαβαωνίταις ἡ πρόρρησις τὸ πέρας ἐδέξατο. XIV Τί ἐστι τό, «οὐχὶ αὐτὸ γέγραπται ἐπὶ βιβλίον τὸ εὑρεθέν»; Διδάξας ἡμᾶς ὁ συγγραφεὺς τοῦ προφήτου τὴν δύναμιν, ὅτι λόγῳ μόνῳ χρησάμενος προβῆναι τοὺς μεγάλους φωστῆρας κεκώλυκεν, ἕως κατὰ κράτος ἐνίκησεν, ὑπειδόμενος μή τις ἀπιστήσῃ τῷ λόγῳ, ἔφη τοῦτο ἐν τῷ παλαιῷ εὑρηκέναι συγγράμματι. δῆλον τοίνυν κἀντεῦθεν, ὡς ἄλλος τις τῶν μεταγενεστέρων τὴν βίβλον ταύτην συνέγραψε, λαβὼν ἐξ ἑτέρας βίβλου τὰς ἀφορμάς. καὶ τοῦτο δὲ προτυποῖ τὴν τοῦ σωτῆρος θαυματουργίαν· ὥσπερ γὰρ τοῦ προφήτου πολεμοῦντος ὁ ἥλιος ἔστη, οὕτω τοῦ σωτῆρος ἡμῶν θανάτῳ τὸν θάνατον καταλύοντος, ἐπέσχε τὰς ἀκτῖνας ὁ ἥλιος καὶ σκότους ἐν μεσημβρίᾳ τὴν οἰκουμένην ἐπλήρωσε.