Ancient Greek
Page 293
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 293
Not analysed yet
αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον». παρέβητέ μου φησί, τὸν νόμον, οὐκ ἐφυλάξατε τὰς ἐντολάς μου· εἰρήνην ἐσπείσασθε πρὸς τοὺς τῆς ἀσεβείας διδασκάλους, καὶ τοῖς τούτων θεοῖς ἐδουλεύσατε. ἀπολαύετε τοιγαροῦν ὧν ἐποθήσατε καὶ ἀμήσατε τῶν σπερμάτων ὑμῶν τὰ δράγματα. οἵ τε γὰρ διαφυγόντες τὸν ἐκ πολέμου θάνατον, πολεμοῦντες ὑμῖν διατελέσουσι· καὶ οἱ τούτων θεοὶ τὰς ὑμετέρας ἐξανδραποδιοῦσι ψυχάς. τούτων ὑπὸ τοῦ ἀγγέλου ῥηθέντων, ἐθρήνησεν ὁ λαός· ὅθεν καὶ ὁ τόπος ὠνομάσθη «Κλαυθμών». ἐντεῦθεν ὑπέλαβον τὰ πλείονα τῶν εἰρημένων ἀνακεφαλαίωσιν εἶναι τῶν ἐπὶ τοῦ Ἰησοῦ πεπραγμένων. ἔφη γὰρ ὁ συγγραφεύς· «καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαὸν καὶ ἀπῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὸν τόπον αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν· καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦν, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα, ὃ ἐποίησε τῷ Ἰσραήλ». λέγει δὲ καὶ ὅσων ἐτῶν ἐτελεύτησε, καὶ ἔνθα ἐτάφη· καὶ προστέθεικεν, ὅτι ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτοὺς καὶ οὐκ ἔγνωσαν Κύριον καὶ τὸ ἔργον ὃ ἐποίησε τῷ Ἰσραήλ. καὶ ὅτι τοῖς χαναναίοις καὶ τοῖς φερεζαίοις καὶ τοῖς ἄλλοις συνοικοῦντες ἀλλοφύλοις, τάς τε πρὸς αὐτοὺς ἐπιγαμίας ἐποιήσαντο καὶ διὰ τῆς ἐπιγαμίας τῆς ἀσεβείας μετέλαχον. ἐλάτρευσαν γὰρ τοῖς Βααλεὶμ καὶ τοῖς Ἀσταρώθ. διδασκόμεθα δὲ διὰ τούτων, ὅσον τοὺς ὑπηκόους ὀνίνησιν ἡ τῶν ἀρχόντων εὐσέβεια, καὶ ὅσον ἡ ἀναρχία λυμαίνεται, καὶ αὖ πάλιν ἡ τῶν πονηρῶν ἡγεμονία. τοῦτο γὰρ καὶ ἥδε ἡ ἱστορία διδάσκει. «ἤγειρε γὰρ αὐτοῖς φησί, Κύριος κριτὰς