Ancient Greek
Page 294
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 294
Not analysed yet
καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευσάντων αὐτούς». καὶ ὅτε «ἤγειρεν αὐτοῖς τοὺς κριτὰς καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωζεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ». καὶ μετ' ὀλίγα· «καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτὴς καὶ ἀπέστρεφον καὶ διέφθειρον πάλιν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, τοῦ λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς». οἶμαι δὲ καὶ ἑτέραν αἰτίαν εἶναι, δι' ἣν οὐ πᾶσαν τὴν ἐπηγγελμένην ἐκομίσαντο γῆν· ἔστι δὲ αὕτη. στενωτάτης ἐδεῖτο γῆς τῆς νομικῆς πολιτείας ἡ φυλακή· τρὶς γὰρ τοῦ ἔτους ἑορτάζειν ὁ νόμος ἐκέλευσεν εἰς ἓν ἅπαντας χωρίον συντρέχοντας, ἐν ᾧ τὸν θεῖον νεὼν ἐδομήσαντο. ἐκεῖ καὶ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ τὰ τῶν θρεμμάτων πρωτότοκα καὶ μέντοι καὶ τὰς ἄλλας θυσίας κομίζειν ἐκέλευσεν. εἰκότως τοίνυν αὐτοὺς σμικρῷ περιώρισε τόπῳ, ὥστε ῥᾳδίως καὶ τοὺς νωθεῖς εἰς τὸν ἀφιερωμένον νεὼν συναγείρεσθαι. VIII Πῶς νοητέον τόδε τὸ χωρίον, «ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς, ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν· πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον· πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά»; Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος οὐ κατὰ πολεμικὴν τέχνην ὁ λαὸς ἐνίκα παραταττόμενος, ἀλλὰ τῆς ἄνωθεν ἀπολαύων ἐπικουρίας· «ἀποστελῶ, γὰρ ἔφη, τὰς σφηκίας ἔμπροσθεν ὑμῶν· καὶ ἐξολοθρεύσει τὸν χαναναῖον καὶ τὸν χετταῖον», καὶ τὰ ἑξῆς. καὶ μέντοι καὶ σκηπτοὺς ἄνωθεν ἀφιεὶς καὶ χάλαζαν λίθων ἔχου-