Ancient Greek
Page 3
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 3
Not analysed yet
QUAESTIONES IN GENESIN Καὶ ἄλλοι μὲν φιλομαθεῖς ἄνδρες ἐπηγγείλαντο διαλῦσαι τῆς θείας γραφῆς τὰ δοκοῦντα εἶναι ζητήματα, καὶ τῶν μὲν ἀναπτύξαι τὸν νοῦν τῶν δὲ τὰς αἰτίας δηλῶσαι, καὶ ἁπαξαπλῶς ἀποφῆναι σαφῆ τὰ τοῖς πολλοῖς οὐ τοιαῦτα φαινόμενα. σὺ δὲ διαφερόντως, φίλτατε παίδων Ὑπάτιε, τοῦτο με πρᾶξαι παρώτρυνας, πολλοῖς ὠφέλιμον ἔσεσθαι καὶ τόδε τὸ σύγγραμμα λίαν ἰσχυρισάμενος. οὗ δὴ ἕνεκα καίτοι τοῦ σώματος οὐκ εὖ μοι διακειμένου, τόνδε προειλόμην τὸν πόνον· οὐκ ἐμαυτῷ γε θαρρῶν, ἀλλὰ τῷ ταῦθ' οὕτω συγγραφῆναι προστεταχότι. αὐτοῦ γάρ ἐστιν ἐπιδεῖξαι τὴν ἐν τῷ γράμματι κεκρυμμένην διάνοιαν· αὐτὸς γὰρ κἀν τοῖς ἱεροῖς εὐαγγελίοις, καὶ παραβολικῶς τὴν διδασκαλίαν προσέφερε, καὶ τῶν αἰνιγματωδῶς εἰρημένων ἐποιεῖτο τὴν ἑρμηνείαν. παρ' αὐτοῦ τοίνυν τῆς νοερᾶς ἀκτῖνος ἀντιβολήσας τυχεῖν, τῶν τοῦ παναγίου πνεύματος ἀδύτων κατατολμῆσαι πειράσομαι. ἰστέον δὲ πρὸ τῶν ἄλλων ἁπάντων ὡς οὐχ ἅπαντες σύμφωνον ἔχουσι τῆς ἐρωτήσεως τὸν σκοπόν, ἀλλ' οἱ μὲν δυσσεβῶς ἐρωτῶσι, διελέγχειν οἰόμενοι τὴν θείαν γραφήν· νῦν μέν, ὡς οὐκ ὀρθὰ παιδεύουσαν, νῦν δέ, ὡς ἐναντία διδάσκουσαν. οἱ δὲ φιλομαθῶς ζητοῦσι, καὶ ποθοῦσιν εὑρεῖν τὸ ζητούμενον. κἀκείνων τοίνυν ἐμφράξομεν, σὺν θεῷ φάναι, τὰ βλάσφημα στόματα, τῆς θείας ἐπιδεικνύντες γραφῆς καὶ τὴν συμφωνίαν καὶ τὴν ἀρίστην διδασκαλίαν· καὶ τούτοις ὡς οἷόν τε τῶν ἐπαπορουμένων τὴν λύσιν προσοίσομεν. ἀρχὴν δὲ τούτων ποιήσομαι τῆς κτίσεως τὴν ἀρχήν· αὕτη γὰρ ἀρχὴ καὶ προοίμιον τῆς θεοπνεύστου γραφῆς.