Ancient Greek
Page 4
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 4
Not analysed yet
I Τί δή ποτε μὴ προτέταχε τῆς τῶν ὅλων δημιουργίας θεολογίαν ὁ συγγραφεύς; Μετρεῖν εἴωθε τοῖς παιδευομένοις ἡ θεία γραφὴ μαθήματα, καὶ τοῖς μὲν τελείοις προσφέρειν τὰ τέλεια, τοῖς ἀτελέσι δὲ τὰ στοιχειώδη, καὶ τῇ σφῶν δυνάμει συμβαίνοντα. ἐπειδὴ τοίνυν αἰγύπτιοι τὴν ὁρωμένην κτίσιν ἐθεοποίουν, τούτοις δὲ συνδιάγων ἐπὶ πλεῖστον ὁ Ἰσραὴλ ταύτης τῆς δυσσεβείας μετέλαχεν, ἀναγκαίως τὰ περὶ τῆς κτίσεως αὐτοῖς προσφέρει μαθήματα, καὶ διδάσκει διαρρήδην ὅτι καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ ὅτι ποιητὴν ἔχει τὸν τῶν ὅλων Θεόν. οὐ μὴν οὐδὲ τὸν τῆς θεολογίας παραλέλοιπε λόγον. τὸ γὰρ φάναι τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἄλλα ὅσα τῆς κτίσεως μόρια γενητά, καὶ δεῖξαι τούτων δημιουργὸν τὸν τῶν ὅλων Θεόν, ἀρκοῦσαν τοῖς τότε θεολογίαν προσήνεγκε. τῶν μὲν γὰρ ἐδήλωσε τὴν ἀρχήν· τοῦ δὲ εὑρεῖν οὐκ ἴσχυσε τὴν ἀρχήν. καὶ ἀΐδιον τοίνυν ἐγνωκὼς τὸν Θεὸν καὶ ποιητὴν τοῦ παντὸς ὀνομάσας, καὶ ἀγαθὸν ποιητήν, τῷ φυσιολογικῷ τὸ θεολογικὸν μάλα σοφῶς συνήρμοσεν. ἄλλως τε καὶ προμεμαθήκεσαν οἱ ταῦτα διδασκόμενοι τοῦ Θεοῦ τὸ ἀΐδιον. ἀποσταλεὶς γὰρ εἰς Αἴγυπτον παρὰ τοῦ Θεοῦ τῶν ὅλων ὁ θεσπέσιος Μωϋσῆς προσετάχθη τοῖς ὁμοφύλοις εἰπεῖν· «ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς». τὸ δὲ «ὁ ὢν» τοῦ ἀϊδίου δηλωτικόν· δῆλον δὲ τοῖς φιλομαθέσιν, ὡς