Ancient Greek
Page 303
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 303
Not analysed yet
Οἱ τῆς Ἐφραῒμ φυλῆς ἐπεστράτευσαν τῷ Ἰεφθάε χαλεπαίνοντες ὅτι δὴ τῆς κατὰ τῶν ἀμμανιτῶν οὐκ ἐκοινώνησαν νίκης· εἶτα δυσπραγήσαντες ἔφυγον. ἀλλὰ λόχον τινὰ τῶν συστρατευομένων ἀποστείλας ὁ Ἰεφθάε διαβῆναι τὸν ποταμὸν αὐτοὺς διεκώλυσεν. ἔπειτα πειρωμένους ἐξαπατῆσαι, καὶ λέγοντας ἐκ τῶν ἄλλων εἶναι φυλῶν, ἐκέλευσεν ἐπερωτᾶσθαί τινα λόγον, ὃς ἐπέφερε διὰ τῆς γλώττης τὸν ἔλεγχον. ὥσπερ γὰρ ὀσροηνοὶ καὶ σύροι καὶ εὐφρατήσιοι καὶ παλαιστῖνοι καὶ φοίνικες τῇ σύρων χρῶνται φωνῇ, πολλὴν δὲ ὅμως ἡ διάλεξις ἔχει διαφοράν, οὕτως ἑβραῖοι μὲν ἦσαν αἱ δυοκαίδεκα φυλαί, εἶχον δέ τινα ὡς εἰκὸς ἰδιώματα, ὥσπερ ἀμέλει καὶ αὕτη. ὡς γὰρ ὁ σύρος φησί, τῶν ἄλλων τὸν ἄσταχυν σεμβλὰ καλούντων, οἱ τοῦ Ἐφραῒμ ἔκ τινος συνηθείας σεμβελὼ ἔλεγον, τοῦτο γινώσκων ὁ Ἰεφθάε λέγειν ἐκέλευσε, καὶ διελεγχομένους ἀνῄρει· XX Τί δήποτε συνεχώρησεν ὁ δεσπότης Θεὸς τοῦ Ἰεφθάε σφαγῆναι τὴν θυγατέρα; Ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις. ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκός, κύνα πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ τὸν νόμον ἀκάθαρτα. παιδεύων τοίνυν δι' ἐκείνου τοὺς ἄλλους ὁ δεσπότης Θεός, ὥστε μετὰ συνέσεώς τε καὶ γνώσεως ποιεῖσθαι τὰς ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν. ὅτι γὰρ τῶν τοιούτων θυμάτων κατηγορεῖ, μάρτυς ὁ μακάριος Δαβὶδ βοῶν· «καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι», καὶ τὰ ἑξῆς. καὶ αὐτὸς δὲ ὁ δεσπότης Θεὸς δι' Ἰεζεκιὴλ τοῦ προφήτου φησί· «καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, οὓς ἐγέννησάς μοι, καὶ προσήνεγκας αὐτοὺς τοῖς ἐρασταῖς σου·