Ancient Greek
Page 304
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 304
Not analysed yet
τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου». καὶ δεικνὺς τὴν τῆς ἀσεβείας ὑπερβολὴν προσέθηκεν· «ὃ οὐκ ἐνεθυμήθην, οὐδὲ ἀνέβη εἰς τὴν καρδίαν μου». καὶ τοῦ Ἀβραὰμ δὲ γυμνᾶσαι τὸ φιλόθεον βουληθεὶς προσέταξε μὲν τὸν υἱὸν ἱερεῦσαι· δείξας δὲ τοῦ δικαίου τὴν γνώμην, ἐκώλυσε τὴν σφαγήν. δηλοῖ δὲ καὶ τὰ ἑξῆς τοῦ Ἰεφθάε τὸ ἀτελές. ὑποσχόμενος γὰρ πᾶν πρῶτον ὑπαντῶν εἰς θυσίαν προσοίσειν, εἶτα τὴν παῖδα τοῦτο δράσασαν θεασάμενος, καὶ τὴν ἐσθῆτα διέρρηξε καὶ πικρῶς ὠλοφύρατο καὶ θρηνῆσαι αὐτῇ συνεχώρησε πρότερον, εἶθ' οὕτω κατέθυσεν. ἀμείνων δὲ αὐτοῦ ἡ θυγάτηρ πολλῷ· «εἰ ἐν ἐμοί, γάρ φησιν, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ' ὧν ἐποίησέ σοι Κύριος ἐκδίκησιν ἐκ τῶν ἐχθρῶν σου, ἐκ τῶν υἱῶν Ἀμμών». διδάσκων τοίνυν ὁ δεσπότης Θεός, πῶς δεῖ ποιεῖσθαι τὰς πρὸς αὐτὸν ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν. μετὰ ταῦτα διδάσκει ἡμᾶς ἡ ἱστορία τῶν ἀγγέλων τὴν περὶ τὸν Θεὸν εὔνοιαν. τοῦ Μανωὲ γὰρ ἔριφον αὐτῷ προσενεγκεῖν ἐθελήσαντος, ἔφη ὁ θεῖος ἄγγελος· «ἐὰν παραβιάσῃ με, οὐ φάγομαι τῶν ἄρτων σου. καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα τῷ Κυρίῳ ἀνοίσεις αὐτό». τροφῆς φησίν, οὐ δέομαι· θυσίαν οὐ δέχομαι. τοῦτο μὲν γὰρ Θεοῦ, ἐκεῖνο δὲ τῆς ἀνθρωπίνης φύσεως ἴδιον. ἐγὼ δὲ οὔτε ὡς ἄνθρωπος χρῄζω τροφῆς, οὔτε τὴν θείαν ἁρπάζω τιμήν. καὶ ἐντεῦθεν δῆλον, ὡς οἱ ὑπὸ τοῦ Ἀβραὰμ δεξιωθέντες, ἑτέρῳ τινι τρόπῳ τὴν παρατεθεῖσαν τροφὴν κατηνάλωσαν. XXI Πῶς ὁ Σαμψὼν ἐκδεδιῃτημένως καὶ παρανόμως ζῶν πνευματικῆς ἀπήλαυσε χάριτος;