Ancient Greek
Page 313
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 313
Not analysed yet
γένοιτο τοῦ καταλιπεῖν σε, ἢ τοῦ ἀποστρέψαι ὄπισθέν σου, ὅτι οὗ ἐὰν πορευθῇς σὺ πορεύσομαι· καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι ἐκεῖ ὅτι ὁ λαός σου λαός μου· καὶ ὁ Θεός σου Θεός μου· καὶ οὗ ἂν ἀποθάνῃς, ἀποθανοῦμαι καὶ ἐκεῖ ταφήσομαι. τάδε ποιήσαι μοι Κύριος, καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ». καὶ ταῦτα εἴρηκε πολλάκις ὑπὸ τῆς κηδεστρίας παρακληθεῖσα πρὸς τοὺς γεγεννηκότας ἐπανελθεῖν· «ἀποστράφητε, γὰρ ἔφη, θυγατέρες μου· καὶ ἵνα τί πορεύεσθε μετ' ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας; ἀποστράφητε δὴ θυγατέρες μου, ὅτι γεγήρακα, τοῦ μὴ εἶναι ἀνδρὶ καὶ εἶπον· οὐκ ἔστι μοι ὑπόστασις τοῦ γενέσθαι με ἀνδρί. καὶ τέξομαι υἱούς, μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἀνδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου». οὔτε, φησίν, ἐγκύμων εἰμὶ ἵνα τοῖς ὑπ' ἐμοῦ τεχθησομένοις ἀναμείνητε συναφθῆναι, οὔτε ἀνδρί με γήμασθαι δυνατὸν διὰ τὸ γῆρας· ἵνα προσμένητέ μου τὸν γάμον, καὶ τὴν παιδοποιΐαν καὶ τὴν ἐκείνων ἀναστροφήν. ἐγὼ γὰρ θεήλατον ἐδεξάμην πληγήν. ἔδει μὲν οὖν καὶ διὰ τὸν δεσπότην ἀνάγραπτον γενέσθαι τῆς Ῥοὺθ τὸ διήγημα· ἱκανὴ δὲ ὅμως καὶ αὐτὴ καθ' αὑτὴν ἡ ἱστορία πᾶσαν προσενεγκεῖν ὠφέλειαν τοῖς τὰ τοιαῦτα κερδαίνειν ἐπισταμένοις. διδάσκει γὰρ ἡμᾶς καὶ τῆς Νοεμὶν τὰς χαλεπὰς