Ancient Greek
Page 314
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 314
Not analysed yet
συμφορὰς καὶ τὴν ἐπαινετὴν καρτερίαν καὶ τῶν νυμφῶν τὴν σωφροσύνην καὶ τὴν περὶ τὴν πενθερὰν φιλοστοργίαν· καὶ διαφερόντως τῆς Ῥοὺθ ἣ γεγηρακυῖαν γυναῖκα καὶ πενομένην τῶν γεγεννηκότων προὐτίμησε διὰ τὴν τῆς γνώμης εὐσέβειαν καὶ τὴν τοῦ ὁμοζύγου μνήμην. ἐδίδαξε δὲ ἡμᾶς καὶ τοῦ Βοὸζ τὴν ἀρετήν. οὐ γὰρ μόνον φιλοτίμως τῇ Ῥοὺθ τοῦ καρποῦ μεταδέδωκεν, ἀλλὰ καὶ λόγοις ἐψυχαγώγησε. «μὴ πορευθῇς, γὰρ ἔφη, θύγατερ, ἐν ἀγρῷ ἑτέρῳ συλλέξαι· ἀλλ' ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου». κελεύσας δὲ αὐτῇ καὶ συνεσθίειν καὶ συμπίνειν τοῖς θερίζουσιν, ἐπήγαγεν· «ἀπαγγελίᾳ ἀπηγγέλη μοι, ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου, μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἐπορεύθης πρὸς λαόν, ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης. ἀποτίσαι σοι Κύριος τὴν ἐργασίαν σου, καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ». καὶ τετύχηκεν ἡ εὐλογία τέλους. ἔλαβε γὰρ τὸν μισθὸν πλήρη παρὰ Κυρίου, πρόγονος γενομένη τῆς τῶν ἐθνῶν εὐλογίας. οὐ μόνον δὲ αὐτῇ τροφῆς μεταδέδωκεν, ἀλλὰ καὶ αὐτουργὸς τῆς θεραπείας ἐγένετο· οὐκ ἄλλῳ διακονῆσαι προστάξας, ἀλλ' αὐτὸς κατασκευάσας τὰ ἄλφιτα καὶ τοὺς ἄρτους μάλα φιλοτίμως προσενεγκών, κορεσθεῖσα γὰρ ἀπήνεγκε τὸ περιττεῦσαν τῇ πενθερᾷ. εὐγνωμόνως δὲ καὶ ἡ κηδέστρια τὸν ἀπόντα εὐεργέτην ταῖς εὐλογίαις ἠμείψατο. ἔφη γάρ, «εἴη ὁ ἐπιγνούς σε εὐλογημένος», ὅτι ἐχόρτασε ψυχὴν κενήν, καθὼς ἐποίησε μεθ' οὗ ἐποίησεν. οὐ γὰρ εἰς τὴν σήν, φησί, πενίαν ἀπέβλεψεν, ἀλλ' εἰς τὸν νομοθέτην ὃς διηγόρευσε πᾶσαν ποιεῖσθαι τῶν χηρῶν ἐπιμέλειαν.