Ancient Greek
Page 315
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 315
Not analysed yet
II Ἐπιμέμφονταί τινες καὶ τῇ Νοεμὶν καὶ τῇ Ῥοὺθ τῇ μὲν ὡς ὑποθεμένῃ, τῇ δὲ ὡς ὑπακουσάσῃ τε καὶ πραξάσῃ, καὶ παρὰ τοὺς πόδας καθευδησάσῃ τοῦ Βοόζ. Ἀκούσασα ἡ Ῥοὺθ εἰρηκυίας τῆς πενθερᾶς, ὅτι «ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι», τῆς πολλῆς ἀνεμνήσθη θεραπείας, καὶ ᾠήθη τὸν Βοὸζ ὡς τοῦ ἀνδρὸς συγγενῆ συναφθῆναι αὐτῇ κατὰ τὸν νόμον ἐθέλειν, ὥστε τοῦ τετελευτηκότος φυλάξαι τὴν μνήμην. τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. «εἶπε, γάρ φησι, Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς· καὶ ὅτι εἶπε, μετὰ τῶν κορασίων μου κολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ὑπάρχοντά μοι». τούτων ἀκούσασα τῶν λόγων ἡ Νοεμίν, ὑποτίθεται αὐτῇ παρὰ τοὺς πόδας καθευδῆσαι τοῦ Βοόζ, οὐχ ἵνα τὴν ὥραν ἀποδῶται· τοὐναντίον γὰρ δηλοῖ τὰ τῆς εἰσηγήσεως ῥήματα. «ἐλεύσῃ, γάρ φησι, καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ, καὶ κοιμηθήσῃ καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις». οὕτως ἐθάρρει τῇ τοῦ ἀνδρὸς καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ. ἐβεβαίωσαν δὲ τοὺς λόγους αἱ πράξεις. κατὰ γὰρ τὰς ὑποθημοσύνας τῆς πενθερᾶς, πάντων ὕπνῳ κατεχομένων, προσεκλίθη παρὰ τοὺς πόδας τοῦ Βοὸζ ἡ Ῥούθ· ὁ δὲ ἤρετο τίς εἴη· ἡ δὲ τῆς τοῦ τετελευτηκότος συγγενείας ἀνέμνησεν. ὁ δὲ τὸ μὲν πραχθὲν ἐπῄνεσε, τὴν δὲ σωφροσύνην οὐ προὔδωκεν,