Ancient Greek
Page 32
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 32
Not analysed yet
περιβολαίων διάγοντες· μετὰ δὲ τὴν πεῖραν, τοῖς φύλλοις ἔνια τοῦ σώματος συνεκάλυψαν μόρια. XXIX Πῶς ἐκ τοῦ παραδείσου φησὶν ὁ Μωϋσῆς τὸν Τιγρήτα ἐξιέναι καὶ τὸν Εὐφράτην, οὓς φασί τινες ἐκ τῶν ὀρῶν ἀναβλύζειν τῆς Ἀρμενίας; Ἔστιν ἰδεῖν καὶ ἄλλους ποταμοὺς ἑτέρωθεν μὲν ἐξιόντας ἔπειτα δὲ εἰς τὴν γῆν διά τινων καταδύσεων χωροῦντας, καὶ πάλιν ἄνωθεν ἀναβλύζοντας· τοῦτο καὶ ἐπὶ τούτων γεγένηται τῶν ποταμῶν· ἐξίασι μὲν γὰρ ἐκεῖθεν, ὥς φησιν ἡ θεία γραφή· εἶτα διά τινων ὑπογείων διϊόντες πόρων, ἑτέρας ἀρχὰς ἐνταῦθα λαμβάνουσι. τοῦτο δὲ οὐ μάτην οὕτως ᾠκονόμησεν ὁ τῶν ὅλων Θεός, ἀλλὰ τὴν περιττὴν τῶν ἀνθρώπων πολυπραγμοσύνην ἐκκόπτων· εἰ γὰρ δῆλος ἦν αὐτῶν ἅπας ὁ πόρος ἐπειράθησαν μὲν ἄν τινες παρὰ τὰς τούτων ὄχθας ὁδεύοντες, τὸ τοῦ παραδείσου κατοπτεῦσαι χωρίον· διημάρτανον δὲ τοῦ ποθουμένου, καὶ τῷ μήκει τῆς ὁδοιπορίας κοπτόμενοι, καὶ τῇ σπάνει τῶν ἀναγκαίων διαφθειρόμενοι· καὶ νῦν μὲν εἰς δυσχωρίας, νῦν δὲ εἰς ἐρημίας ἐμπίπτοντες, ἔστι δὲ ὅτε καὶ ἀπηνέσι καὶ βαρβάροις ἀνθρώποις περιπίπτοντες. καὶ τούτων τοίνυν προμηθούμενος ὁ φιλοικτίρμων Θεὸς ἀδήλους αὐτῶν τοὺς πόρους ἀπέφηνεν. XXX Τί δή ποτε ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν γυναῖκα διέπλασεν; Εἰς ὁμόνοιαν ἠβουλήθη τὰ γένη συναγαγεῖν ὁ τῆς φύσεως ποιητής· τούτου χάριν τὸν μὲν Ἀδὰμ ἀπὸ τῆς γῆς διέπλασεν, ἐκ δὲ τοῦ Ἀδὰμ τὴν γυναῖκα, ἵνα καὶ τὸ ταὐτὸν ἐπιδείξῃ τῆς φύσεως, καὶ φυσικήν τινα φιλοστοργίαν αὐτοῖς περὶ ἀλλήλους ἐμφύσῃ· εἰ γὰρ καὶ τούτων οὕτω γεγενημένων, καὶ ἄνδρες γυναιξὶ διαμάχονται, καὶ γυναῖκες ἀνδράσιν, τί οὐκ ἂν ἔδρασαν εἰ ἑτέρωθέν ποθεν τὴν γυναῖκα διέπλασε; σοφῶς οὖν ἄρα καὶ διεῖλε καὶ πάλιν συνήρμοσεν· ὁ γὰρ γάμος εἰς ἓν συνάγει τὰ γένη·