Ancient Greek
Page 33
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 33
Not analysed yet
»ἔσονται γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν». καὶ ὅτι τοῦτο ἀληθές, μαρτυρεῖ τὸ γενόμενον· διὰ γὰρ τῆς γαμικῆς ὁμιλίας εἷς ἐξ ἀμφοῖν βλαστάνει καρπός, ἐκ μὲν τούτου σπειρόμενος, ἐκ δὲ ταύτης τρεφόμενος, τελεσιουργούμενος δὲ ὑπὸ τοῦ τῆς φύσεως δημιουργοῦ. XXXI Εἰ φρόνιμος ὁ ὄφις καὶ ἐπαινούμενος, μόριον γὰρ ἡ φρόνησις ἀρετῆς; Πολλὰ τῶν ὀνομάτων ὁμωνύμως προφέρεται· καὶ γὰρ τὰ εἴδωλα τῶν ἐθνῶν θεοὺς ὠνομάκασι· τοῦτο δέ γε ἀκριβέστερον περὶ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος εἴρηται δαίμονος. ἀμαθῶς δὲ οἱ ἀνόητοι καὶ τοὺς περὶ τοὺς μύθους ἐσχολακότας, σοφοὺς προσηγόρευσαν· οὕτω καὶ ἡ θεία λέγει γραφή· «ἐξελέξατο ὁ Θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς»· καὶ πάλιν· «ποῦ σοφός»; καὶ διὰ τοῦ προφήτου· «σοφοί εἰσι τοῦ κακοποιῆσαι». τοιγάρτοι κἀνταῦθα φρόνιμον τὸν ὄφιν ὡς πανοῦργον ὠνόμασεν· οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· «καὶ ὁ ὄφις ἦν πανοῦργος ἀπὸ παντὸς ζῴου τῆς χώρας οὗ ἐποίησεν Κύριος ὁ Θεός». XXXII Ἄλογος ὢν ὁ ὄφις πῶς διελέχθη τῇ Εὔᾳ; Ὄργανον ἦν αὐτὸς τοῦ τῆς ἀληθείας ἐχθροῦ· καὶ τοῦτο δεδήλωκεν ὁ Κύριος ἐν τοῖς θείοις εὐαγγελίοις· εἰρηκὼς γὰρ τοῖς ἰουδαίοις «ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ», ἐπήγαγεν «ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς». οὗτος