Ancient Greek
Page 53
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 53
Not analysed yet
αἰνιγματωδῶς τοῦτο δεδήλωκε· διὰ δὲ Ἰεζεκιὴλ σαφέστερον ἐκήρυξε τὴν ἀνάστασιν. LV Διὰ τί δὲ ὅλως τὴν κρεωφαγίαν ἐνομοθέτησεν; Εὐθὺς δημιουργήσας τὸν ἄνθρωπον, τῆς γῆς αὐτῷ τοὺς καρποὺς ἐδωρήσατο, ἀπὸ σπερμάτων καὶ δένδρων βιοτεύειν κελεύσας· μετὰ δὲ τὸν κατακλυσμὸν πλείονα φιλοτιμεῖται τροφὴν καὶ πετεινὰ καὶ νηκτὰ καὶ χερσαῖα ζῷα θύειν τε καὶ ἐσθίειν κελεύσας· πάθει πάθος ἐξελαύνων καὶ τῷ ἐλάττονι θεραπεύων τὸ μεῖζον· προορῶν γὰρ ὁ Θεός, ὅτι ταῦτα πάντα θεοποιήσουσιν οἱ εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότες, συγχωρεῖ τὴν βρῶσιν ἵνα τὴν ἀσέβειαν παύσῃ· ἀβελτηρίας γὰρ ἐσχάτης τὸ ἐσθιόμενον προσκυνεῖν· διά τοι τοῦτο, τὰ μὲν ἀκάθαρτα τῶν ζῴων λέγει, τὰ δὲ καθαρά, ἵνα τὰ μὲν ὡς ἀκάθαρτα βδελυττόμενοι μὴ θεοποιῶσι, τὰ δὲ μὴ προσκυνῶσιν ἐσθιόμενα. LVI Τίνος ἕνεκα μὴ ἐμέμφθη Νῶε μέθῃ περιπεσών; Ἀπειρίας ἦν οὐκ ἀκρασίας τὸ πάθος· πρῶτος γὰρ ἀνθρώπων ἀποθλίψας τὸν τῆς ἀμπέλου καρπόν, καὶ ἀγνοῶν οὐ μόνον τὸ πόσον τῆς πόσεως, ἀλλὰ καὶ τὸν τρόπον τῆς μεταλήψεως, ὅτι δεῖ κεράσαι πρότερον, εἶθ' οὕτω πιεῖν, τὸν κάρον ὑπέμεινε· καινὸν δὲ οὐδὲν πέπονθε γυμνωθείς· καὶ γὰρ νῦν τινες γυμνοῦνται καθεύδοντες, ἀφαιρουμένου τοῦ ὕπνου τὴν αἴσθησιν· τῷ ὕπνῳ δὲ ἡ μέθη προσγινομένη, πιθανωτέραν τῆς γυμνώσεως τὴν ἀπολογίαν ποιεῖ.