Ancient Greek
Page 54
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 54
Not analysed yet
LVII Τοῦ νόμου μηδέπω τεθέντος ὃς διαγορεύει τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα, πῶς ὁ Χὰμ ὡς πατραλοίας κρίνεται; Τῇ φύσει τοὺς ἀναγκαίους ἐντέθεικε νόμους ὁ ποιητής. οὕτω τὸν Κάϊν κατέκρινεν ἐπειδήπερ αὐτὸν ἡ φύσις ἐδίδασκεν, ὡς ὁ φόνος παράνομος· αὐτίκα γοῦν δόλῳ χρησάμενος συνεργῷ, πόρρῳ τῶν γεγεννηκότων ἀπαγαγών, ἀνεῖλε τὸν ἀδελφὸν καὶ τοῦ Θεοῦ πυνθανομένου, «ποῦ Ἄβελ ὁ ἀδελφός σου»; ἠρνήθη· δῆλον δὲ ὡς ἐπιστάμενος ὅτι κακὸν τὸ γεγενημένον ἠρνήθη τὸ τολμηθέν· ἐλεγχθεὶς δὲ ὑπὸ τοῦ δικαίου κριτοῦ, ὡμολόγησεν ὑπὲρ συγγνώμην ἡμαρτηκέναι· «μείζων, γάρ φησιν, ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με». καὶ μέντοι καὶ ὁ Ἀδὰμ τῆς θείας ἐπιφανείας αἰσθόμενος ἐπειράθη λαθεῖν, ὡς εἰδὼς ὅτι δὴ τὸ κλέπτειν κακόν· οὕτω καὶ ὁ Χὰμ τὴν τοῦ πατραλοίου κατηγορίαν ἐδέξατο, ὡς παραβὰς τὸν τῆς φύσεως νόμον· ὅτι γὰρ καὶ τὸ γεραίρειν τοὺς γεγεννηκότας ἡ φύσις ἐδίδασκε, μαρτυροῦσιν οἱ τοῦ Χὰμ ἀδελφοί, οἳ τοῦ πατρὸς τὸ πάθος παρ' ἐκείνου μεμαθηκότες μετὰ πολλῆς αἰδοῦς συνεκάλυψαν τὸν πατέρα εἰς τοὐπίσω βαδίζοντες, ὡς ἂν ἥκιστα ἴδοιεν ὅθεν σπαρέντες ἐβλάστησαν· τοιγάρτοι μάλα εἰκότως καὶ τοῦ πατρὸς τὴν εὐλογίαν ἐδρέψαντο. LVIII Τί δήποτε τοῦ Χὰμ ἐπταικότος, ὁ ἐκείνου παῖς ἐδέξατο τὴν ἀράν; Κοινῇ πάντες μετὰ τὴν τοῦ κατακλυσμοῦ παῦλαν τῆς θείας μετέλαχον εὐλογίας· τολμηρὸν τοίνυν ὑπέλαβεν ὁ Νῶε ἐπαγαγεῖν ἀρὰν τῷ τῆς