Ancient Greek
Page 56
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 56
Not analysed yet
LIX Τὴν ἄσφαλτόν τινες τῶν διδασκάλων ἄσβεστον ἔφασαν εἶναι. Ἀγνοοῦντες, ὡς εἰκός, τὰς ἐν τῇ Ἀσσυρίᾳ πηγάς, ᾠήθησαν ἀσβέστῳ τὸν πύργον ᾠκοδομεῖσθαι. ἀκριβῶς δὲ παρὰ τῶν ἐκεῖθεν ἀφικομένων μεμάθηκα, ὡς εἰσὶ πηγαὶ ταύτην ἀναβλύζουσαι τὴν ὕλην μεθ' ὕδατος· καὶ ὅτι ταῖς ἐν ὕδασιν οἰκοδομίαις συνυφαίνοντες, ἐπὶ ταύτης τὴν ὠπτημένην συνετίθεσαν πλίνθον. οὕτω τὸν πύργον ἐκεῖνον ᾠκοδομῆσθαί φασι, καὶ οἱ αὐτόπται τούτου καὶ διορύξαι τι μέρος ἰσχυρίσαντο, καὶ ἀκριβῶς διαγνῶναι, ὡς ἄσφαλτος ταῖς ὠπτημέναις ὑπέστρωται πλίνθοις. ἄλλως τε καὶ λίθων εἶναι σπάνιν ἐν τῇ Ἀσσυρίᾳ φασί, καὶ διὰ τοῦτο ταῖς πλίνθοις ἀντὶ λίθων κεχρῆσθαι· λίθων δὲ δίχα πῶς ἂν γένοιτο ἄσβεστος; LX Ποία γλῶσσα ἀρχαιοτέρα; Δηλοῖ τὰ ὀνόματα· Ἀδὰμ γὰρ καὶ Κάϊν καὶ Ἄβελ καὶ Νῶε, τῆς Σύρων ἴδια γλώττης· ἀδαμθὰ γὰρ τὴν ἐρυθρὰν γῆν ἔθος τοῖς σύροις καλεῖν. Ἀδὰμ τοίνυν, ἢ ὁ γήϊνος ἢ ὁ χοϊκὸς ἑρμηνεύεται, καὶ Κάϊν κτήσις, τοῦτο δὲ ὑμνῶν ὁ Ἀδὰμ εἴρηκεν· «ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ». καὶ Ἄβελ πένθος· πρῶτος γὰρ οὗτος ὤφθη νεκρός· καὶ πρῶτος τοῖς γεγεννηκόσι προὐξένησε πένθος· καὶ Νῶε ἀνάπαυσις.