Ancient Greek
Page 55
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 55
Not analysed yet
θείας εὐλογίας μετειληχότι· τούτου χάριν τῷ ἐκείνου παιδὶ περιτέθεικε τὴν ἀράν· ἔχει δὲ καὶ ἡ τιμωρία τὸ δίκαιον. ἐπειδὴ γὰρ υἱὸς ὢν ἐξήμαρτεν εἰς πατέρα, διὰ τῆς τοῦ παιδὸς ἀρᾶς δέχεται τιμωρίαν. πρὸς δὲ τούτοις σκοπητέον κἀκεῖνο, ὡς εἰ αὐτὸς ὁ Χὰμ ἐδέξατο τὴν ἀράν, εἰς ὅλον ἂν διέβη τὸ γένος ἡ τιμωρία· εἰς δὲ τὸν νεώτατον υἱὸν τὴν παιδείαν παρέπεμψε, καὶ τοῦτο δὲ εἰδέναι προσέκει, ὡς πρόρρησίς ἐστιν, οὐκ ἀρά, τοῦ δικαίου τὰ ῥήματα· ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἰσραὴλ ἐκ τοῦ Σὴμ κατάγων τὸ γένος, τῆς Παλαιστίνης παραλαμβάνειν τὴν δεσποτείαν· ταύτην δὲ πάλαι ᾤκουν οἱ ἐκ τοῦ Χαναὰν βεβλαστηκότες· εἰς ἀρὰν σχηματίζει τὴν πρόρρησιν, προαγορεύων μὲν τὰ ἐσόμενα, δεδιττόμενος δὲ τοὺς ὕστερον ἐσομένους, μὴ πλημμελεῖν εἰς γονέας. καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Σὴμ εὐλογία διδάσκει· «εὐλογητός, γάρ φησι, Κύριος ὁ Θεὸς τοῦ Σήμ· καὶ ἔσται Χανάαν παῖς αὐτοῦ». Οὐ γὰρ τοῖς δύο τοῦτον ὑπέταξεν ἀλλὰ μόνῳ τῷ Σήμ· καὶ τοῦ μὲν Ἰάφεθ τὴν πολυγονίαν προείρηκε, τοῦ δὲ Σὴμ τὴν εὐσέβειαν· τὸν γὰρ Θεὸν ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ κατοικήσειν προείρηκε· κατῴκησε δὲ ἐν τοῖς ἐκ τοῦ Σὴμ πατριάρχαις, καὶ ἐν τοῖς ἐκ τούτων βεβλαστηκόσι προφήταις· καὶ ἐν τῇ σκηνῇ πρότερον, καὶ ἐν Ἱεροσολύμοις ὕστερον. ἀκριβὲς δὲ τέλος ἔσχηκεν ἡ προφητεία τὸ τῆς οἰκονομίας μυστήριον· ὅτε αὐτὸς ὁ Θεὸς λόγος, ὁ τοῦ Θεοῦ καὶ πατρὸς μονογενὴς υἱὸς ἐσαρκώθη καὶ ἐνηνθρώπησε καὶ ναὸν ἑαυτοῦ προσηγόρευσεν, ἣν ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ ἔλαβε σάρκα· ἐκ τοῦ Σὴμ γὰρ καὶ οὗτοι κατῆγον τὸ γένος· ἡ δὲ τοῦ Χανάαν δουλεία ἐν τοῖς γαβαωνίταις τὸ τέλος ἐδέξατο.