Ancient Greek
Page 60
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 60
Not analysed yet
μην σου τοῦ μὴ ἅψασθαι αὐτῆς, τοῦ μὴ ἁμαρτεῖν εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. νῦν οὖν ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. εἰ δὲ μὴ ἀποδίδως, γνῶθι ὅτι ἀποθανῇ σύ». διδάσκει δὲ ἡμᾶς ὁ θεῖος λόγος, ὅτι τῆς δικαιοσύνης τοὺς ἐραστὰς πλημμελεῖν ἐξ ἀγνοίας μέλλοντας οὐκ ἐᾷ· δῆλον τοίνυν, ὡς καὶ τὸν Φαραὼ κεκώλυκεν ἁμαρτεῖν, ὡς ἀδελφὴν τοῦ Ἀβραὰμ νόμῳ γάμου τὴν Σάρραν εἰληφότα. ἐπειδὴ δὲ κρείττων ἦν, ὡς εἰκὸς ὁ Ἀβιμέλεχ τοῦ Φαραώ, ἐκεῖνον μὲν διὰ παιδείας τὴν παρανομίαν ἐδίδαξεν· τούτῳ δὲ καὶ τῆς αἰκίας καὶ τοῦ πλημμελήματος οὐκ ἔδωκεν αὐτὸς τὴν συγχώρησιν, ἀλλὰ τὸν ἠδικημένον αἰτῆσαι ταύτην ἀνέμεινεν· ἐπιφανείας τε ἡμέρως ἠξίωσε καὶ λόγοις ἠπίοις ἐπέδειξε τὴν τετολμημένην παρανομίαν. LXV Ὁ Μελχισεδὲχ πόθεν κατῆγε τὸ γένος; Τοῦ θεσπεσίου λέγοντος Παύλου, «ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος», τίς ἂν γνοίη τὸ ἀληθές; εἰκὸς δὲ αὐτὸν ἐκ τῶν ἐθνῶν ἐκείνων εἶναι τῶν τὴν Παλαιστίνην οἰκούντων· ἐκείνων γὰρ καὶ βασιλεὺς καὶ ἱερεὺς ἐτύγχανεν ὤν, ἱερεὺς δὲ τοῦ τῶν ὅλων Θεοῦ· «ἦν, γάρ φησιν, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου». ὅθεν αὐτῷ καὶ