Ancient Greek
Page 61
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 61
Not analysed yet
Ἀβραὰμ ὁ πατριάρχης προσενήνοχε τὰς τῶν λαφύρων δεκάτας· καὶ δίκαιος ὢν καὶ τοῦ Θεοῦ φίλος, παρ' ἐκείνου τὴν εὐλογίαν καρποῦται. τῆς γὰρ δεσποτικῆς εἶχεν ἱερωσύνης τὸν τύπον· διὸ δὴ καὶ ἄρτους τῷ Ἀβραὰμ καὶ οἶνον ἀντέδωκεν, ὡς τοιαῦτα τυχὸν προσφέρειν εἰωθὼς τῷ τῶν ὅλων Θεῷ· ἔδει γὰρ κἂν τοῦτο δειχθῆναι τὸν τύπον. LXVI Πῶς Ἀβραὰμ πιστὸς ὀνομάζεται εἰρηκὼς τῷ Θεῷ, «κατὰ τί γνώσομαι τοῦτο ὅτι κληρονομήσω αὐτήν»; Τὸ «κατὰ τί γνώσομαι τοῦτο», οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον· ἐπειδὴ γὰρ ἑώρα πλήθη μυρία τὴν Παλαιστίνην οἰκοῦντα, μαθεῖν ἠβουλήθη τίνι τρόπῳ παραλήψεται τῆς γῆς ἐκείνης τὴν δεσποτείαν πολέμου νόμῳ δίχα πολέμου ζώντων ἐκείνων, ἀναιρουμένων, ἐξελαυνομένων. τούτου χάριν μετὰ τὴν θυσίαν ὁ τῶν ὅλων ἔφη Θεός· «γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν ἔτη τετρακόσια. τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσει πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ γενεᾷ