Ancient Greek
Page 64
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 64
Not analysed yet
δέ φασιν, ὅτι βεβαίαν δεῖξαι βουλόμενος τὴν ὑπόσχεσιν ὁ Θεός, κατὰ τὸ κρατοῦν ἔθος ἐποιήσατο τὰς συνθήκας· εἰώθασι γάρ, ὥς φασι, διχῆ τὰ ἱερεῖα διαιροῦντες, οὕτω ποιεῖσθαι τοὺς ὅρκους. ἐγὼ δὲ καὶ ταῦτα κἀκεῖνα τέθεικα, ἵνα τὸ δοκοῦν ἀληθέστερον οἱ ἐντυγχάνοντες δέξωνται. LXVIII Πολλοὶ τῶν ἀκολάστων ἀφορμὴν εἰς λαγνείαν λαμβάνουσι τὸν πατριάρχην Ἀβραὰμ παλλακὴν ἐσχηκέναι Ἕκαστον τῶν πραττομένων ἐκ τοῦ σκοποῦ κρίνεται τῶν διαπραττομένων. οὕτω τοίνυν καὶ τὰ κατὰ τὴν Ἄγαρ σκοπήσωμεν. κἂν ἐπιθυμίᾳ δεδουλευκότα τὸν πατριάρχην ἴδωμεν, νεμεσητὸν τὸ πρᾶγμα καλέσωμεν· εἰ δὲ τῆς ὁμοζύγου τῆς φύσεως ἐπιδειξάσης τὸ πάθος, καὶ τὸν ποιητὴν ἄγονον δεδημιουργηκέναι τὴν μήτραν εἰρηκυίας, καὶ τῆς παιδοποιΐας δηλωσάσης τὸν πόθον, καὶ τούτου χάριν ἱκετευσάσης ὁμιλῆσαι τῇ Ἄγαρ, ἵνα αὐτῇ παιδίον ἐκεῖθεν ἐπινοήσῃ, τί ἐξήμαρτεν Ἀβραὰμ οὔτε τῆς φύσεως οὔτε νόμου τινὸς ἐγγράφου τηνικαῦτα τὴν πολυγαμίαν κωλύοντος, τῆς δὲ ὁμοζύγου στερίφης μὲν οὔσης, λιπαρησάσης δὲ τὸν ἄνδρα τῇ παιδίσκῃ μιγῆναι, οὐχ ἵνα ἡδυπαθείᾳ δουλεύσῃ ἀλλ' ὅπως αὐτὸς μὲν φύσει, αὐτὴ δὲ θέσει, παίδων κληθῶσι γεννήτορες; ὅτι γὰρ κρείττων ἦν αἰσχρᾶς ἡδονῆς ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἑξῆς μαρτυρεῖ· ἐπειδὴ γὰρ ἐγκύμων ἡ Ἄγαρ γενομένη μεγαλαυχίας πρόφασιν ἔσχε τὴν κύησιν, καὶ κατὰ τῆς δεσποίνης ἐλύττησεν, ἐδυσχέραινε μὲν ἡ Σάρρα, καὶ τοῦ πατριάρχου κατεβόησεν οὐκ ὀρθῶς· ὁ δὲ μάλα ἠπίως τὴν παροινίαν δεξάμενος, ἐξέδωκεν αὐτῇ τὴν παιδίσκην εἰς τιμωρίαν, οὐδὲ τεχθῆναι προσμείνας τὸ κυοφορούμενον βρέφος· «ἰδού, γάρ φησιν,