Ancient Greek
Page 63
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 63
Not analysed yet
Αἰνίγματα ταῦτα ἦν τῶν τῷ γένει συμβησομένων· τοιγάρτοι μετὰ τὰς θυσίας ἐπήγαγε· «γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ»· καὶ προσέθηκε· «τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε». διὰ τοῦτο τρία τῶν καθαρῶν τετραπόδων καὶ ἕκαστον τριετὲς τυθῆναι προσέταξε εἰς δήλωσιν τῶν τριῶν γενεῶν, αἳ παροικοῦσαι διατελέσουσιν· ἡ δὲ τρυγὼν τὴν γενεὰν ἐκείνην ἐνέφηνε, τὴν οἱονεὶ ἀποπτᾶσαν μὲν καὶ ἐξελθοῦσαν ἐξ Αἰγύπτου, ἐν δὲ τῇ ἐρήμῳ κατασκηνώσασαν· φιλέρημον γὰρ τόδε τὸ ὄρνεον. ἡ δέ γε περιστερὰ τὴν ἄλλην γενεὰν παρεδήλου, ἣ τὴν ἐπηγγελμένην ἀπελάμβανε γῆν· ἥμερον γὰρ τὸ ζῷον καὶ ταῖς οἰκίαις ἐμφιλοχωροῦν. διά τοι τοῦτο, τὰ μὲν οὐ διεῖλεν, ὡς τὴν τῆς δουλείας ἀπαλλαγὴν αἰνιττόμενα, τὰ δὲ τετράποδα διεῖλεν, ἐπειδὴ τὴν ἐν Αἰγύπτῳ κακουχίαν ἐσήμαινε. τὰ δέ γε ἐφιπτάμενα τοῖς διχοτομήμασιν ὄρνεα, ἅπερ ὁ πατριάρχης ἐκ τῶν ἱερείων ἐξήλαυνε, τὴν φονικὴν τῶν αἰγυπτίων προῃνίττετο γνώμην· ἣν ἄπρακτον ἀπέφηνεν ὁ δεσπότης Θεός, τὰς πρὸς τὸν Ἀβραὰμ ἐμπεδῶν ὑποσχέσεις· ὥσπερ γὰρ ἐν τῷ τύπῳ τοὺς σαρκοβόρους ὄρνεις ἐξήλαυνεν Ἀβραάμ, οὕτως ἡ τιμὴ τοῦ Ἀβραὰμ τοὺς αἰγυπτίους ἐκόλασε. τὸ δὲ περὶ ἡλίου δυσμὰς ὀφθῆναι τὸν καπνιζόμενον κλίβανον καὶ τὰς τοῦ πυρὸς λαμπάδας, ἐδήλου μὲν καὶ τὸ δεχθῆναι τὰ θύματα· προεσήμαινε δὲ καὶ τὴν παρὰ τὸ τέλος τοῦ προρρηθέντος χρόνου ἐσομένην ἐπιφάνειαν τοῦ τῶν ὅλων Θεοῦ· διὰ πυρὸς γὰρ ἐπεφάνη καὶ Μωϋσῇ τῷ νομοθέτῃ καὶ μετὰ ταῦτα παντὶ τῷ λαῷ· ἐδίδασκε δὲ πρὸς τούτοις καὶ ὅτι ταῦτα ὕστερον νομοθετήσει τὰ ζῷα προσφέρεσθαι. τινὲς