Ancient Greek
Page 66
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 66
Not analysed yet
Καὶ ἡ αὐτὴ λέγει γραφή, ὅτι ἄνδρας εἶδεν Ἀβραάμ· εἰ τοίνυν γυμνῷ προσεκτέον τῷ γράμματι, ἄνδρες, οὐκ ἄγγελοι ἔφαγον· εἰ δὲ τὸν νοῦν ἀναπτύσσωμεν, ὡς ὤφθησαν ἔφαγον. ὥσπερ γὰρ ἀσώματον ἔχοντες φύσιν καὶ αὐτοὶ καὶ ὁ τούτων δεσπότης, σώματα ἔχειν ἔδοξαν· οὕτως γὰρ ἑωράθησαν· οὕτως ἐσθίοντες ὤφθησαν, οὐ στόματι καὶ γαστρὶ τὴν τροφὴν προσενεγκόντες· οὔτε γὰρ εἶχον σώματα· ἀναλώσαντες δὲ αὐτὴν ὡς ἠθέλησαν. ἀνοίας γὰρ ἐσχάτης τὸ πολυπραγμονῆσαι τῶν ἀρρήτων τὸν τρόπον. LXXI Διὰ τί ὁ Λὼτ οὐκ ἐνεκλήθη ταῖς θυγατράσι μιγείς; Ἐπειδὴ τοῖς ἐξ ἀγνοίας πλημμελουμένοις καὶ οἱ ἄνθρωποι συγγινώσκειν εἰώθασιν· οὐ τοίνυν οὐδὲ τῷ Λὼτ ἐπεμέμψαιτο ἄν τις δικαίως τῆς μίξεως ἕνεκα· ἠγνόει γὰρ τὸ πραττόμενον· τὸ δὲ τῆς μέθης ἔχει τινὰ μέμψιν κεκραμένην συγγνώμῃ. ἀδημονῶν γὰρ κομιδῇ καὶ ἀλύων, ὡς πάντων ὁμοῦ τῶν ὄντων γεγυμνωμένος καὶ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ αὐτῆς τῆς ὁμοζύγου ἠνέσχετο τῶν θυγατέρων τὸν οἶνον προσφερουσῶν περαιτέρω τῆς χρείας· ἅτε δὴ τὸ μὲν κατασκευαζόμενον ἀγνοῶν, ψυχαγωγίαν δὲ καὶ παραμυθίαν τὸ δρώμενον ὑποπτεύων. ἐκεῖναι δὲ παντάπασίν εἰσιν κατηγορίας ἀθῷοι· θεασάμεναι γὰρ τὰς μὲν τέσσαρας πόλεις καὶ τὰς κώμας ἁπάσας ἐμπρησθείσας τῷ ὑετῷ τοῦ πυρός, τοὺς δὲ τὴν Σηγὼρ οἰκοῦντας καταποθέντας—τοῦτο γὰρ σημαίνει καὶ τοὔνομα· κατάποσις γὰρ ἡ Σηγὼρ ἑρμηνεύεται—, ἐνόμισαν ἄρδην ἀπολωλέναι τῶν ἀνθρώπων τὴν φύσιν· καὶ τὴν κατέχουσαν ἐρημίαν ὁρῶσαι καὶ τοῦ γήρως προθεωρήσασαι τὴν ἀσθένειαν, ἠβουλήθησαν ἐπινοῆσαι καὶ σπέρμα τῷ γένει καὶ ἑαυταῖς ψυγαγωγίαν τινά· τούτῳ χρησάμεναι τῷ λογισμῷ καὶ οὐκ ἐπιθυμίᾳ δουλεύσασαι, τὸν μὲν οἶνον ἔλαβον συνεργόν, ἔκλεψαν δὲ τῇ πλείονι πόσει τοῦ γεγεννηκότος τὴν αἴσθησιν, ἀπέφηναν δὲ τὸν πατέρα σπορέα.