Ancient Greek
Page 67
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 67
Not analysed yet
LXXII Τί δήποτε ὁ Θεὸς οὐκ ἐκώλυσε τὴν παράνομον μίξιν; Προεώρα τὴν τοῦ γένους ἀσέβειαν· μωαβῖται μὲν γὰρ ἐδούλευον τῷ Χαμῶς, τῷ δὲ Μελχὼμ ἀμμανῖται· ἵνα οὖν μὴ ὡς συγγενέσιν ἐπιμιγνύμενοι τούτοις οἱ ἰσραηλῖται μετάσχωσι τῆς ἀσεβείας, οὐκ ἐκώλυσε τὸν παράνομον γάμον· ὅπως ταύτῃ γοῦν αὐτοὺς μυσαροὺς ἀποφήνῃ καὶ βδελυκτοὺς ἰουδαίοις· δηλοῖ δὲ τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς διὰ Μωϋσέως τοῦ νομοθέτου διαγορεύων· «ἀμμανίτης καὶ μωαβίτης οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα». LXXIII Ὠμὸν ἄγαν εἶναι δοκεῖ τὸ νέον ὄντα τὸν Ἰσμαὴλ ἐξελαθῆναι τῆς πατρικῆς οἰκίας, μετὰ μόνης τῆς μητρὸς καὶ τοῦ ἀσκοῦ τοῦ ὕδατος Καὶ τοῦτο ἄντικρυς δείκνυσι τὴν τοῦ Ἀβραὰμ ἀρετήν· τῆς μὲν γὰρ Σάρρας εἰρηκυίας, «ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς», οὐχ ὑπήκουσε· τοῦ δὲ Θεοῦ κελεύσαντος, εὐθὺς τῷ λόγῳ τὸ ἔργον ἐπέθηκε· καὶ ταῦτα φιλοστόργως περὶ τὸν Ἰσμαὴλ διακείμενος. καὶ γὰρ ἡνίκα τὴν ἐκ τῆς Σάρρας παιδοποιΐαν ὁ Θεὸς ἐπηγγείλατο, αὐτὸς ἔφη· «Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου». ἀλλ' ὅμως καὶ στέργων κομιδῇ τὸ παιδίον πεποίηκεν ὅπερ ὁ δεσπότης προσέταξεν· οὕτω δὲ ταῖς θείαις ἐπαγγελίαις πεπίστευκεν· ὅτι οὐ παῖδας, οὐ παιδίσκας, οὐ χρυσόν, οὐκ ἄργυρον δεδωκώς, ἀπέλυσε τῆς οἰκίας τὸ παιδίον· ἀλλ' ἄρτους ὀλίγους καὶ ἀσκὸν ὕδατος καὶ τὴν μητέρα. ᾔδει γὰρ ὡς ἀψευ-