Ancient Greek
Page 78
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 78
Not analysed yet
ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἥτις οὐκ ἐξαριθμηθήσεται ἀπὸ τοῦ πλήθους. οὐκ ἂν δὲ αὐτῷ ταύτην ἔδωκε τὴν ὑπόσχεσιν, εἰ μὴ τὴν πολυγονίαν μέγιστον ἐνόμιζεν ἀγαθόν. LXXXVII Τίνος δὲ χάριν αἱ γυναῖκες ἐζηλοτύπουν ἀλλήλας; Ἀτελεῖς ἦσαν καὶ δυσσεβοῦς ἀνδρὸς θυγατέρες, τὰ ξόανα θεοὺς ὀνομάζοντος. τούτου ἕνεκεν νομοθετῶν ὁ Θεὸς τὸν τοιοῦτον ἀπαγορεύει γάμον· «οὐ λήψῃ, γάρ φησι, γυναῖκα ἐπ' ἀδελφῇ αὐτῆς ἀντίζηλον αὐτῆς». LXXXVIII Διὰ τί ἡ γραφὴ μέμνηται τύχης; Ἴδια τῆς γραφῆς, τὰ τοῦ πνεύματος λόγια, αἱ θεῖαι διατάξεις, τῶν εὐσεβῶν ἀνθρώπων τὰ ῥήματα· τὰ δὲ ἄλλα ἱστορικῶς λέγει. χρὴ τοίνυν μὴ μόνον προσέχειν τῷ λόγῳ, ἀλλὰ καὶ τῷ προσώπῳ τοῦ λέγοντος· τὸ τοίνυν «εὐτύχηκα» οὐ τοῦ Ἰακώβ ἐστι ῥῆμα, ἀλλὰ τῆς Λείας γυναικός, ὡς ἔφην, ἐν δυσσεβείᾳ τραφείσης καὶ κατὰ βραχὺ τὰ θεῖα παιδευομένης· οὕτω καὶ ὁ ταύτης πατὴρ ἔφη τὸ «οἰωνισάμην», ἀλλ' ὁ θεῖος ἀπαγορεύει νόμος τοῖς οἰωνοῖς κεχρῆσθαι. μηδεὶς τοίνυν τοὺς τοιούτους λόγους τῆς θείας εἶναι νομιζέτω γραφῆς· τὰ γὰρ παρὰ τῶν οὐκ εὐσεβῶν εἰρημένα τίθησιν ὁ συγγραφεύς, ἅτε δὴ ἱστορίαν συγγράφων· οὕτω τέθεικεν ὁ θειότατος Μωϋσῆς καὶ τοῦ Φαραὼ τὸν βλάσφημον λόγον· «οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». ἀλλ' οὐ τοῦ θείου πνεύματος οὗτος ὁ λόγος, ἀλλὰ τοῦ δυσσεβοῦς βασιλέως. οὕτω πάλιν ἀκούομεν τοῦ Σεναχηρεὶμ λέγοντος· «μή σε ἀπατάτω ὁ Θεός σου ἐφ' ᾧ σὺ πέποιθας