Ancient Greek
Page 79
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 79
Not analysed yet
ἐπ' αὐτῷ λέγων ὅτι ῥύσεται Κύριος τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου», ἀλλ' οὐ βλασφημεῖν ἐντεῦθεν μανθάνομεν ἀλλὰ βλασφημίας κατηγορεῖν. LXXXIX Ἀλλὰ καὶ αὐτὸς ὁ Ἰακὼβ ἔφη τῷ Λάβαν· «εὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου» Δήλη τοῦ ῥητοῦ διάνοια· πόδα γὰρ τὴν παρουσίαν ἐκάλεσεν· ἀντὶ τοῦ διὰ τῆς ἐμῆς παρουσίας, καὶ τῆς ἐμῆς κηδεμονίας, τῶν θεοσδότων ἀπήλαυσας ἀγαθῶν· εἰς γὰρ τὴν ἐμὴν εὐσέβειαν ἀφορῶν ὁ Θεός, τὰ ἐγχειρισθέντα μοι παρὰ σοῦ πάσης εὐλογίας ἠξίωσεν. XC Τίνος ἕνεκεν τὰς ῥάβδους λεπίσας πίνουσιν παρέθηκε τοῖς προβάτοις; Ὥσπερ ἠγάγετο μὲν παιδοποιῆσαι ποθῶν, οὐκ ἐν τῷ γάμῳ δὲ εἶχε τὴν ἐλπίδα τῆς παιδοποιΐας, ἀλλ' ἐν τῷ τοῦ γάμου νομοθέτῃ θεῷ· οὕτω καὶ τὰς ῥάβδους ἐλέπισεν, οὐ ταύταις θαρρῶν, ἀλλὰ τὴν θείαν ἐπικουρίαν προσμένων. ὅθεν καὶ τῆς θείας ἐπιφανείας τετύχηκε, καὶ λέγοντος ἤκουσεν· «ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰς αἶγας, διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν». ἐπειδὴ γὰρ τὰ φαιὰ καὶ τὰ ποικίλα τοῖς υἱέσι τοῦ Λάβαν ἐνεχειρίσθη καὶ τριῶν ἡμερῶν ὁδὸν ἀφεστήκεσαν ἐκεῖναι τούτων αἱ ποίμναι· δείκνυσιν αὐτῷ τῶν ἀδικουμένων ὁ πρόμαχος ποικίλους κριοὺς καὶ τράγους ὀχεύοντας, ἵνα τῇ πείρᾳ μάθῃ πόσης ἀπολαύουσι προμηθείας οἱ τεθαρρηκότες τῷ τῶν ὅλων Θεῷ. ἐπισημήνασθαι δὲ προσήκει, ὡς ἄγγελον εἰρηκὼς τὸν ἄνω ὀφθέντα, ἔδειξεν τὸν αὐτὸν