Ancient Greek
Page 85
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 85
Not analysed yet
τη· ἵνα μὴ κατὰ τῶν ἐξ ἐθνῶν πεπιστευκότων ἀλαζονεύωνται, ὡς ἀκήρατον φυλάξαντες τὴν εὐγένειαν. XCIX Θῶμεν τὴν Λείαν, ὡς ἀτελῆ κατὰ τὴν εὐσέβειαν, εἰρηκέναι τό «ηὐτύχηκα», πῶς ὁ ἱστοριογράφος τὰ κατὰ τὸν Ἰωσὴφ συγγράφων εἶπε τό, «ἦν ἀνὴρ ἐπιτυγχάνων»; Ἀνάγνωθι τὸ προτεταγμένον ῥητὸν καὶ εὑρήσεις τὴν λύσιν· εἰπὼν γάρ, «ἦν Κύριος μετὰ Ἰωσήφ», ἐπήγαγε, «καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων»· καὶ προστέθεικε, «καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ αἰγυπτίῳ. ᾔδει δὲ ὁ κύριος αὐτοῦ, ὅτι Κύριος μετ' αὐτοῦ, καὶ ὅσα ἂν ποιεῖ Κύριος εὐοδοῖ». οὐκοῦν εἰς ἅπαντα ἐπετύγχανεν ἐπειδὴ Κύριος ἦν μετ' αὐτοῦ· αὐτὸς γὰρ εὐώδου τὰ παρ' αὐτοῦ γιγνόμενα. τοῦτο καὶ τὰ κατὰ δεσμωτήριον διηγούμενος ἔφη· «πάντα γὰρ ἦν, φησί, διὰ χειρὸς Ἰωσήφ, διὰ τὸ τὸν Κύριον μετ' αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ. C Πῶς εὐνοῦχος ὢν ὁ ἀρχιμάγειρος γυναῖκα εἶχεν; Μάλιστα μὲν οὖν καὶ τοὺς εὐνούχους καὶ τοὺς ἐκτομίας ὁμωνύμως καλοῦσιν· οὐδὲν δὲ ἦν ἀπεικὸς καὶ εὐνοῦχον ὄντα γυναῖκα ἔχειν ἐν τῇ οἰκίᾳ, τῶν ἔνδον ἐπιμελουμένην πραγμάτων. CI Τίνος ἕνεκεν, χρόνου τοσούτου παρεληλυθότος, οὔτε Ἰωσὴφ τῷ πατρὶ τὴν δουλείαν ἐγνώρισεν, οὔτε ὁ Θεὸς δι' ἀποκαλύψεως ἐδήλωσε τοῦτο τῷ Ἰακώβ;