Ancient Greek
Page 84
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 84
Not analysed yet
τον· γνοὺς δὲ ὅθεν ἐκύησε, τὴν μὲν ἀθῷον ἀπέφηνεν, ἑαυτὸν δὲ κατέκρινε· «δεδικαίωται, γὰρ ἔφη, Θάμαρ ἢ ἐγώ, οὗ εἵνεκεν οὐ δέδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου»· ὅτι δὲ παιδοποιΐας χάριν, καὶ οὐ φιληδονίας, τοῦτο ἡ Θάμαρ ἐμηχανήσατο, τὰ μετὰ ταῦτα δηλοῖ· οὐκ ἔτι γάρ, οὔτε τῷ Ἰούδᾳ, οὔτε ἄλλῳ συνήφθη τινί, ἠρκέσθη δὲ μήτηρ κληθῆναι τῶν ἐξ ἐκείνου βεβλαστηκότων τοῦ σπέρματος. XCVIII Τίνος ἦν μήνυμα τὰ κατὰ τὸν Ζαρὰ καὶ τὸν Φαρές; Τῶν δύο λαῶν, ὁ Φαρὲς τῶν ἰουδαίων, καὶ ὁ Ζαρὰ τῶν ἐξ ἐθνῶν πεπιστευκότων· καὶ γὰρ πρὸ τοῦ νόμου ἦσαν πολλοὶ τῆς εὐσεβείας τρόφιμοι, κατὰ πίστιν, οὐ κατὰ νόμον πολιτευόμενοι· διὰ τοῦτο ὁ Ζαρὰ προεξήνεγκε τὴν χεῖρα, τὴν πρὸ τοῦ νόμου πολιτείαν δεικνύς· τὸ δὲ κόκκινον σπαρτίον μήνυμα ἦν τῶν παλαιῶν θυσιῶν· καὶ γὰρ ἐκεῖνοι θυσίαις τὸν Θεὸν ἱλεύοντο καὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Μελχισεδὲκ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· εἶτα ἐκείνου τὴν χεῖρα συστείλαντος, ἐξῆλθεν ὁ Φαρές· μέσος γὰρ ὁ νόμος τῶν πρὸ νόμου καὶ μετὰ νόμον. διὸ καὶ ὁ μακάριος λέγει Παῦλος· «νόμος δὲ παρεισῆλθε», διδάσκων, ὅτι καὶ πρὸ τοῦ νόμου κατὰ πίστιν ἐδικαιοῦντο, καὶ μετὰ τὸν νόμον ἡ χάρις διέλαμψε. καὶ ὁ Κύριος δὲ κατὰ σάρκα ἐκ τοῦ Φαρὲς ἐβλάστησεν· «ὧν, γάρ φησιν, οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων Θεός»· καὶ ἐν τῇ πρὸς ἑβραίους· «πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός». τοῦτο καὶ ὁ μακάριος Ματθαῖος τὴν γενεαλογίαν συγγράφων ἐδίδαξε. τοῦτο μέντοι τὸ διήγημα τέθεικεν ὁ μακάριος Μωϋσῆς διδάσκων ἰουδαίους, ὡς τοῦ Δαβὶδ τὸ πολυθρύλλητον γένος, ἐκ γυναικῶν ἀλλοφύλων συνές-