Ancient Greek
Page 89
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 89
Not analysed yet
CVIII Τί δήποτε τὸ κατὰ τὸ κόνδυ κατεσκεύασε δρᾶμα; Βασανίσαι τῶν ἀδελφῶν ἠβουλήθη τὴν γνώμην, καὶ γνῶναι σαφῶς, εἰ τῷ Βενιαμὶν συκοφαντουμένῳ συναγωνίζονται· διά τοι τοῦτο καὶ εἰς τὸν ἐκείνου σάκκον τὸ κόνδυ κατέκρυψεν. ἐπειδὴ δὲ οὐχ ἁπλῶς συνηγοροῦντας, ἀλλὰ καὶ ὑπερμαχοῦντας ἐθεάσατο, ῥίψας τὸ προσωπεῖον τὸ ἀδελφικὸν ἐπέδειξε πρόσωπον· ἐκείνων δὲ καταπτηξάντων, καὶ μονονουχὶ χάναι αὐτοῖς βουληθέντων τὴν γῆν, αὐτὸς παραθαρρύνει λέγων· «νῦν οὖν μὴ φοβεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε. εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν». μάλα δὲ χαριέντως καὶ προπέμπων αὐτοὺς παρῄνεσεν· «μὴ ὀργίζεσθε, γάρ φησιν, ἐν τῇ ὁδῷ», ἀντὶ τοῦ μὴ τοιαῦτα δράσητε οἷα εἰς ἐμὲ τετολμήκατε. CIX Τί δήποτε καὶ τὴν γῆν τῶν αἰγυπτίων καὶ τὰ κτήνη προσεπόρισε τῷ βασιλεῖ; Οὔτε τὰ κτήνη θρέψαι οἷον τε ἦσαν ἐν σιτοδείᾳ καὶ σπανοσιτίᾳ, οὔτε σπεῖραι τὴν γῆν· ταῦτα τοίνυν λαβὼν ἐν τῷ καιρῷ τοῦ λιμοῦ ὕστερον ἀποδέδωκε, τῆς προσόδου τὸ πέμπτον εἰσφέρειν νομοθετήσας, ἵνα ἐν ταῖς ἐνδείαις ἀποκειμένας ἔχωσι τὰς τῆς ζωῆς ἀφορμάς· εἰς θεραπείαν δὲ τοῦ βασιλέως τὴν ἱερατικὴν γῆν ἀτελῆ καταλέλοιπε μόνην· ταύτης δὲ τῆς τιμῆς οἱ τοῦ Θεοῦ τοῦ ὄντος οὐκ ἀπολαύουσιν ἱερεῖς. τοσοῦτον οἱ δυσσεβεῖς τοῖς οὐκ οὖσι θεοῖς ἀπένεμον σέβας.