Ancient Greek
Page 90
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 90
Not analysed yet
CX Διὰ τί ὁ Ἰακὼβ εἰς τὴν Χεβρὼν τὸ σῶμα αὐτοῦ ταφῆναι κελεύει; Οὐ τάφου φροντίζων, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ γένος ψυχαγωγῶν καὶ διδάσκων ὡς ἅπαντας αὐτοὺς ὁ δεσπότης Θεὸς μεταστήσει τῆς Αἰγύπτου καὶ τὴν ἐπηγγελμένην αὐτοῖς ἀποδώσει γῆν· τοῦτον δὲ σαφέστερον ὁ Ἰωσὴφ τὸν λόγον ἀπέφηνε· τελευτῶν γὰρ οὕτως ἔφη· «ἐγὼ ἀποθνῄσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ Θεός, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· «ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ' ὑμῶν», ὡς εἶναι δῆλον, ὅτι κἀκεῖνος καὶ οὗτος τὴν ἐπάνοδον προαγορεύοντες τὰ περὶ τῆς ταφῆς ἐνετείλαντο. CXI Τί ἐστι «προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ»; Καὶ πρεσβύτης ὢν καὶ ἀσθενῶς διακείμενος ἐπὶ τῆς κλίνης κατέκειτο· γνοὺς δὲ τοῦ παιδὸς τὴν παρουσίαν, ἐξαναστὰς ἐκαθέσθη· βακτηρίᾳ δὲ κεχρημένος ἐπεστηρίζετο αὐτῇ, τοῦ μὲν ἄκρου ταύτης ἐπειλημμένος τῇ δεξιᾷ, ἐπικείμενον δὲ τὸ πρόσωπον ἔχων. ἡσθεὶς τοίνυν ἐπ' αὐτῷ, καὶ τῇ τῆς ταφῆς ἐπαγγελίᾳ προσεκύνησεν ἐπικλίνας τῇ ῥάβδῳ τὴν κεφαλήν· καὶ πρῶτον μὲν τὸ τοῦ Ἰωσὴφ ἐνύπνιον τὸ πέρας ἐδέξατο· «εἶδε γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ἕνδεκα ἀστέρας προσκυνοῦντας αὐτῷ.» πρὸς δὲ τούτοις προαγορεύει καὶ τῆς Ἐφραῒμ φυλῆς τὴν βασιλείαν καὶ τῶν δέκα φυλῶν τὴν ὑποταγήν· ταῦτα γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «πίστει Ἰακὼβ