Ancient Greek
Page 93
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 93
Not analysed yet
αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν»; ἀλλὰ τούτων οὐδὲν τῷ Ἰούδα ἁρμόττει ἀλλ' ἢ τῇ ἐκ τούτου βλαστησάσῃ φυλῇ. βασιλικὴ γὰρ ἦν αὕτη, πρώτου μὲν τοῦ Δαβὶδ βασιλεύσαντος εἶτα τῶν ἐξ ἐκείνου· καὶ πασῶν δὲ τῶν ἄλλων φυλῶν ἦν δυνατωτάτη· καὶ γὰρ ἡνίκα Δαβὶδ ὁ βασιλεὺς ἀριθμηθῆναι προσέταξε τὸν λαόν, τετρακοσίας τοῦ Ἰούδα χιλιάδας εὗρε, τῶν δὲ ἄλλων φυλῶν ἐννακοσίας· καὶ μέντοι κἂν τῇ ἐρήμῳ διαριθμηθέντες πλείους ὤφθησαν τῶν ἄλλων φυλῶν. ἀλλὰ τὸ ἀκριβὲς τῆς προρρήσεως τὴν ἔκβασιν ἔλαβεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ, ὃς ἐκ βλαστοῦ ἀνέτειλε, κατὰ τὸν πατριάρχην Ἰακὼβ καὶ κατὰ τὸν προφήτην Ἠσαΐαν· «ἐξῆλθε ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀνέβη». αὐτῷ δὲ καὶ τό· «ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, ἁρμόττει καὶ ὡς σκύμνος λέοντος». ὥσπερ γὰρ ὁ λέων καὶ καθεύδων ἐστι φοβερός, οὕτως ὁ δεσποτικὸς θάνατος φοβερὸς καὶ τῷ θανάτῳ καὶ διαβόλῳ γεγένηται. λέοντα δὲ αὐτὸν καὶ σκύμνον κέκληκε λέοντος ὡς βασιλέα καὶ βασιλέως υἱὸν καὶ Θεὸν καὶ Θεοῦ υἱόν· καὶ κατὰ τὸ ἀνθρώπινον γὰρ ἐκ τοῦ Δαβὶδ ἐβλάστησε, καὶ ὡς Θεὸς πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς ἐγεννήθη. καὶ τό «τίς ἐγερεῖ αὐτόν»; τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν· αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε, κατὰ τὴν αὑτοῦ πρόρρησιν· «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». προαγορεύει καὶ τῆς ἐπιφανείας αὐτοῦ τὸν καιρόν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν». τοῦτο τῆς τοῦ Κυρίου παρουσίας σημεῖον σαφές-