Ancient Greek
Page 94
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 94
Not analysed yet
τατον· ἐξέλιπον γὰρ τῶν ἰουδαίων οὐχ οἱ βασιλεῖς μόνον, ἀλλὰ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ προφῆται, ὥστε δειχθῆναι τὸ τῆς προρρήσεως τέλος· τοῦ γὰρ σωτῆρος ἡμῶν τίκτεσθαι μέλλοντος, ἀλλόφυλοι αὐτῶν ἐκράτησαν βασιλεῖς, ἵνα ὁ αἰώνιος δειχθῇ βασιλεύς, ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν δοθεῖσαν παρὰ τοῦ Θεοῦ τῶν ὅλων τοῖς πατριάρχαις ἐπαγγελίαν. καὶ γὰρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη τῆς γῆς. τοῦτο ἐνταῦθα παρεδήλωσε τὸν Ἰούδαν εὐλογῶν ὁ Ἰακὼβ ὁ πατριάρχης· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται καὶ αὐτὸς προσδοκία ἐθνῶν». εἶτα δεικνὺς τὸν ἐξ ἐθνῶν καὶ ἰουδαίων συστάντα λαόν· «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ»· ὅτι δὲ ἄμπελος ὁ Ἰσραὴλ ὠνομάζετο, ἅπαντες οἱ προφῆται διδάσκουσι· καὶ γὰρ Δαβίδ φησιν· «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας» καὶ τὰ ἑξῆς. καὶ ὁ Ἠσαΐας, «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι»· καὶ διὰ τοῦ Ἰερεμίου ὁ τῶν ὅλων ἔφη Θεός· «ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν»· καὶ διὰ τοῦ νομοθέτου· «ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν». καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· «ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν». πῶλον δὲ τὸν ἐξ ἐθνῶν ὀνομάζει λαὸν ὡς ἀδάμαστον ὄντα καὶ πωλοδάμνην οὐκ ἐσχηκότα. τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο τοῖς ἀποστόλοις προστεταχὼς «εἰς τὴν κατέναντι κώμην ἀπελθεῖν καὶ λῦσαι τὴν ὄνον τὴν δεδεμένην, καὶ τὸν ταύτης πῶλον, ἐφ' ὅν φησιν οὐδεὶς ἀνθρώ-