Ancient Greek
Page 96
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 96
Not analysed yet
»χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου». εὐφροσύνη γὰρ τῆς οἰκουμένης τὸ σωτήριον πάθος· ὅτι δὲ οὕτω τὸ πάθος ἐκάλεσε, μάρτυς αὐτὸς ὁ Κύριος λέγων· «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ». οὕτω καὶ τοῖς υἱοῖς ἔφη Ζεβεδαίου· «δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν»; τὸ τοίνυν χαροποιὸν τῶν ὀφθαλμῶν τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ· μετὰ γὰρ τὸ πάθος καὶ τὴν ἀνάστασιν, εἰς πᾶσαν ἀπεστάλησαν τὴν οἰκουμένην οἱ μαθηταί, τὴν σωτηρίαν προσφέροντες τοῖς πιστεύουσι. τῆς δέ γε διδασκαλίας τὸ διειδὲς καὶ τὸ διαφανὲς λευκοτάτοις ὀδοῦσιν ἀπείκασεν· «λευκοί, γάρ φησιν, οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». τοσαῦτα προείρηκεν ὁ πατριάρχης εὐλογῶν τὸν Ἰούδαν· τοῦ δὲ Ζαβουλὼν προεῖπε τὴν παράλιον οἴκησιν· τοῦ δὲ Ἰσσάχαρ τὴν γηπονίαν· τοῦ δὲ Δᾶν, κατὰ μέν τινας, τὰ ὑπὸ τοῦ Σαμψὼν γεγενημένα. ἐκ ταύτης γὰρ ἦν τῆς φυλῆς· συνηριθμήθη δὲ καὶ τοῖς κριταῖς· καὶ διὰ τοῦτό φησιν, ἔφη· «Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ». ἔνιοι δέ φασι τὰ κατὰ τὴν Λάϊσαν τὴν νῦν Πανεάδα καλουμένην προαγορεῦσαι. ἐξαπίνης γάρ τινες ἀπὸ ταύτης ὁρμώμενοι τῆς φυλῆς ταύτῃ προσβαλόντες τῇ πόλει, εἷλόν τε κατακράτος, καὶ ᾤκησαν καὶ τὴν οἰκείαν αὐτῇ προσηγορίαν ἐπέθηκαν· Δὰν γὰρ αὐτὴν ἐκάλεσαν. ἐγὼ δὲ οἶμαι, τὸ θεῖον Πνεῦμα τὰ κατὰ τὸν σωτῆρα τὸν ἡμέτερον διὰ τοῦ πατριάρχου προθεσπίσαν καὶ τὰ κατὰ τὸν Ἀντίχριστον διὰ ταύτης εἰπεῖν τῆς προρρήσεως· σφόδρα δὲ αὐτῷ καὶ τὰ γεγραμμένα ἁρμόττει· «Δάν, γάρ φησι, κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ». ὥσπερ γάρ φησιν, ἐκ τῆς Ἰούδα φυλῆς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν βλαστήσας διασώσει τὴν οἰκουμένην, οὕτως ἐκ τῆς τοῦ Δᾶν φυλῆς ὄφις ὀλέθριος ἐξελεύσεται. τοῦτο γὰρ λέγει· «καὶ