Ancient Greek
Page 95
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 95
Not analysed yet
πων ἐκάθισεν»· οὔτε γὰρ πατριάρχης οὔτε νομοθέτης οὔτε προφήτης, τῆς τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· οἱ δὲ θεῖοι ἀπόστολοι προσταχθέντες μαθητεῦσαι πάντα τὰ ἔθνη καὶ βαπτίσαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἔλυσαν μὲν τὴν ὄνον, τουτέστι τῶν ἀνθρώπων τὴν φύσιν, τὴν δεδεμένην ταῖς τῆς ἁμαρτίας σειραῖς· ἔλυσαν δὲ καὶ τὸν πῶλον, τὸν ἐκ ταύτης βεβλαστηκότα λαόν· καὶ ἐπιθέντες αὐτῷ τὰ ἑαυτῶν ἱμάτια, τουτέστι τὴν χάριν ἧς ἔτυχον· «ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο»· καὶ εὐήνιον ἀπέφηναν τὸν ἀδάμαστον πῶλον, καὶ ἐπεκάθισαν αὐτῷ τὸν δεσπότην καὶ προσέδησαν αὐτὸν τῇ ἀμπέλῳ, τουτέστιν ἑαυτοῖς· ἐξ ἰουδαίων γὰρ οἱ ἀπόστολοι· καὶ οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ ἑβδομήκοντα μαθηταὶ καὶ οἱ τρισχίλιοι οὓς κατὰ ταὐτὸν ἐσαγήνευσε τῶν ἀποστόλων ὁ πρῶτος, καὶ οἱ πεντακισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες περὶ ὧν ὁ τρισμακάριος Ἰάκωβος τῷ θειοτάτῳ διελέχθη Παύλῳ. οὐ μόνον τοίνυν τοῖς ἀποστόλοις συνήφθησαν οἱ πεπιστευκότες ἀλλὰ καὶ τοῖς τῶν ἀποστόλων μαθηταῖς· καὶ τοῦτο προορῶν ὁ πατριάρχης ἔφη· «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ». εἶτα καὶ τὸ πάθος προλέγει· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ, χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». καὶ τὸ μὲν σῶμα αὐτοῦ στολὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον· ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέκληκεν ὁ δεσπότης· ἀκούομεν δὲ καὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου διδάσκοντος, ὡς τοῦ στρατιώτου νύξαντος αὐτοῦ τὴν πλευρὰν ἐξῆλθεν αἷμα καὶ ὕδωρ. οὗτοι δὲ οἱ κρουνοὶ διὰ τοῦ σώματος κατερρύησαν· διὰ τοῦτό φησιν ὁ πατριάρχης· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ». εἶτα δείκνυσι τὴν ἀπὸ τοῦ πάθους γενησομένην εὐθυμίαν·