Ancient Greek
534.10 to 536.5
Theognis, Fragmentum 534.10-536.5
Unproofread scanNot analysed yet
ὡς τῶν ἔχοντων πάντες ἄνθρωποι φίλοι. οὐ γὰρ ποτ’ ἄνδρα τὸν σοφὸν γυναικὶ χρῆ δοῦναι χαλινούς· οὐδ’ ἀφέντ’ ἐὰν κρατεῖν· λύπη μὲν ἄτη περιπεσεῖν αἰσχρῶ τινι· εἰ δ’ οὖν γένοιτο, χρῆ περιστεῖλαι καλῶς κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε· γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε. οὐχ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν, αἰσχρὸν τε μοχθεῖν μὴ θέλειν νεανίαν. Stob. Flor. 29, 23: Εὐριπίδου (τοῦ αὐτοῦ S) Κρήσσαις. ‘οὐχ ἂν —νεανίαν’. ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν πιστὸν γὰρ οὐδὲν ἐστιν· εἰ δέ τις κυρεῖ μεγάλων ἀμείνω σώφροσιν δόμοις ἔχει. <“Αἰδης> κρινεῖ ταῦτ’ . . . . . . . Aristoph. Vesp. 763: τοῦτο δὲ “Αἰδης διακρινεῖ πρότερον ἢ ἐγὼ πείσομαι. ubi Schol. :ἐν Κρήσσαις Εὐριπίδου ὁ Κατρεὺς (ὁ Ἄτρεὺς ἐγὼ χάριν σὴν παῖδά σου κατακτάνω; παρὰ τῷ Εὐριπίδῃ καὶ ἐτι (καὶ τισιν malim) ἄλλοις ποιηταῖς ὀνοματικῆς συντάξεως ἐτυχεν· ἐν μὲν γὰρ Κρήσσαις ‘ἐγὼ —κατακτενῶ’ τί γὰρ ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρῖθεται; γυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών. πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες ἀρνεῖα τε δαλς καὶ πεπτὰ καὶ κροστητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα. Ath. XIV p. 640 B: ἔφη τις τῶν παρόντων· αἱ δευτέραι πῶς φροντίδες σωφώτεραι (Eur. Hipp. 436). ‘τί γὰρ —δεδευμένα’, φησὶν Stob. Flor. 74, 2: Εὐριπίδου Κρήσσαις. ‘οὐ γὰρ —λαβών’. γαμεῖτε νῦν, γαμεῖτε, κατά θνήσκετε ἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις. Stob. Flor. 72, 4: Εὐριπίδου Κρήσσαις. ‘γαμεῖτε νῦν —δόλοις’. ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδών γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ τὰ δ’ ἄλλα χαῖρε κύλικος ἐρπουσῆς κύκλω. νόμος δὲ λείψαν’ ἐκβάλλειν κυσίν. Ath. III p. 97 A: τὰ ὀστᾶ, ὧν οὐδεὶς φθόνος αὐτοῖς· (cynicis) ἀπολαύειν ὡς κυσί· τοῦτο γὰρ εἰσὶ καὶ εὔχονται καλεῖσθαι· ‘νόμος —κυσίν’ ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη. δεῖπνον addidit S. Mekler Eurip. p. 63.