Ancient Greek
536.6
Theognis, Fragmentum 536.6
Unproofread scanNot analysed yet
πρὶν ἂν . . ἐκφλῆναι με καὶ μαθεῖν λόγον ΚΡΗΤΕΣ ἀλλ' ὦ Κρῆτες, Ἰδης τέκνα Φοινιχογενοῦς [παῖ τῆς Τυρίας] τέκνον Εὐρώπης καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων Κρήτης ἑκατομπολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών, οὓς αὐθυγενῆς τιμηθεῖσα δοχὸς στεφανοῦς παρέχει Χαλύβῳ πελέκει καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσ' ἀτρεκεῖς ἀρμοὺς κυπαρίσσω. ἄγνὸν δὲ βίον τείνων ἐξ οὔ Διὸς Ἰδαίου μύστης γενόμην, καὶ νυκτιπόλου Ζαγρέως βροντὰς τοὺς ὠμοφάγους δαίτας τελέσας μητρὶ τ' ὀρείῳ δάδας ἀνασχὼν καὶ χουρήτων βάκχος ἐκλήθην ὁσιωθείς.