Ancient Greek
Paragraph 20
Theon Smyrnaeus, De utilitate mathematicae 20
Not analysed yet
περισσάκις δὲ ἄρτιοί εἰσιν ὧν ὁ πολλαπλασιασμὸς ἐκ δυεῖν ὡντινωνοῦν περισσοῦ καὶ ἀρτίου γίνεται, καὶ πολλαπλασιασθέντες εἰς ἴσα μὲν ἄρτια μέρη δίχα διαι- ροῦνται, κατὰ δὲ τὰς πλείους διαιρέσεις ἃ μὲν ἄρτια μέρη, ἃ δὲ περισσὰ ἔχουσιν· ὡς ὁ ιβ΄ καὶ κ΄· τρὶς γὰρ δ΄ ιβ΄, καὶ πεντάκις δ΄ κ΄· καὶ τὰ μὲν ιβ΄ διχῆ διαιρεῖ- ται 〈εἰς〉 ϛ΄ καὶ ϛ΄, τριχῇ δὲ εἰς δ΄ καὶ δ΄ καὶ δ΄, τετραχῆ δὲ εἰς τετράκις γ΄· τὰ δὲ κ΄ διχῆ μὲν εἰς ι΄, τετραχῆ δὲ εἰς ε΄, πενταχῆ δὲ εἰς δ΄.