Ancient Greek
Paragraph 21
Theon Smyrnaeus, De utilitate mathematicae 21
Not analysed yet
ἔτι τῶν συνθέτων ἀριθμῶν οἱ μὲν ἰσάκις ἴσοι εἰσὶ καὶ τετράγωνοι καὶ ἐπίπεδοι, ἐπειδὰν ἴσος ἐπὶ ἴσον πολλαπλασιασθεὶς γεννήσῃ τινὰ ἀριθμόν, [ὁ γεννηθεὶς ἰσάκις τε ἴσος καὶ τετράγωνός ἐστιν] ὡς ὁ δ΄, ἔστι γὰρ δὶς β΄, καὶ ὁ θ΄, ἔστι γὰρ τρὶς γ΄· οἱ δὲ ἀνισάκις ἄνι- σοι, ἐπειδὰν ἄνισοι ἀριθμιοὶ ἐπʼ ἀλλήλους πολλαπλα- σιασθῶσιν, ὡς ὁ ϛ΄· ἔστι γὰρ δὶς γ΄ ϛ΄.