Ancient Greek
Paragraph 40
Theon Smyrnaeus, De utilitate mathematicae 40
Not analysed yet
πεντάγωνοι δέ εἰσιν ἀριθμοὶ οἱ ἐκ τῶν ἀπὸ μονά- δος κατὰ τὸ ἑξῆς τριάδι 〈ἀλλήλων〉 ὑπερεχόντων συν- τιθέμενοι. ὧν εἰσιν οἱ μὲν γνώμονες α΄ δ΄ ζ΄ ι΄ ιγ΄ ιϚ΄ ιθ΄· αὐτοὶ δὲ οἱ πεντάγωνοι α΄ ε΄ ιβ΄ κβ΄ λε΄ να΄ καὶ ἑξῆς ὁμοίως. σχηματίζονται δὲ πενταγωνικῶς οὕτως· ἑξάγωνοι δέ εἰσιν ἀριθμοὶ οἱ ἐκ τῶν κατὰ τὸ ἑξῆς ἀπὸ μονάδος τετράδι ἀλλήλων ὑπερεχόντων συντιθέμε- νοι· ὧν οἱ γνώμονές εἰσιν α΄ ε΄ θ΄ ιγ΄ ιζ΄ κα΄ κε΄· οἱ δὲ ἐκ τούτων ἑξάγωνοι οἵδε· α΄ ς΄ ιε΄ κη΄με΄ ξς΄ ??α΄. σχη- ματίζονται δὲ οὕτως· α΄ ϛ΄ ιϚ΄ κη΄ με΄ ξϚ΄