Ancient Greek · ~5 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Α΄.
Theophilus, Ad Autolycum 10
Not analysed yet
Τί μοι λοιπὸν καταλέγειν τὸ πλῆθος ὧν σέβονται ζώων Αἰγύπτιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν· ἔτι δὲ καὶ ποδόνιπτρα καὶ ἤχους αἰσχύνης; εἰ δὲ Ἕλληνας εἴποις καὶ τὰ λοιπὰ ἔθνη, σέβονται λίθους καὶ ξύλα καὶ τὴν λοιπὴν ὕλην, ὡς ἔφθημεν εἰρηκέναι, ἀπεικονίσματα νεκρῶν ἀνθρώπων. Φειδίας μὲν γὰρ εὑρίσκεται ἐν Πίσῃ ποιῶν Ἠλείοις τὸν Ὀλύμπιον Δία, καὶ Ἀθηναίοις ἐν Ἀκροπόλει τὴν Ἀθηνᾶν. πεύσομαι δέ σου κἀγὼ, ὦ ἄνθρωπε, πόσοι Ζῆνες εὑρίσκονται· Ζεὺς μὲν γὰρ ἐν πρώτοις προσαγορεύεται Ὀλύμπιος, καὶ Ζεὺς Λατεάριος, καὶ Ζεὺς Κάσιος, καὶ Ζεὺς κεραύνιος, καὶ Ζεὺς προπάτωρ, καὶ Ζεὺς παννύχιος, καὶ Ζεὺς πολιοῦχος, καὶ Ζεὺς καπετώλιος· καὶ ὁ μὲν Ζεὺς παῖς Κρόνου, βασιλεὺς Κρητῶν γενόμενος, ἔχει τάφον ἐν Κρήτῃ· οἱ δὲ λοιποὶ ἴσως οὐδὲ ταφῆς κατηξιώθησαν. εἰ δὲ καὶ εἴποις τὴν μητέρα τῶν λεγομένων θεῶν, μή μοι γένοιτο διὰ στόματος τὰς πράξεις αὐτῆς ἐξειπεῖν· ἀθέμιτον γὰρ ἡμῖν τὰ τοιαῦτα καὶ ὀνομάζειν· ἢ τῶν θεραπόντων αὐτῆς τὰς πράξεις ὑφ᾿ ὧν θεραπεύεται, ὅποσά τε τέλη καὶ εἰσφορὰς παρέχει τῷ βασιλεῖ αὐτή τε καὶ οἱ υἱοὶ αὐτῆς. οὐ γάρ εἰσι θεοὶ, ἀλλὰ εἴδωλα, καθὼς προειρήκαμεν, ἔργα χειρῶν ἀνθρώπων, καὶ δαιμόνια ἀκάθαρτα. γένοιντο δὲ τοιοῦτοι οἱ ποιοῦντες αὐτὰ, καὶ οἱ ἐλπίζοντες ἐπ᾿ αὐτοῖς.