Ancient Greek · ~6 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Α΄.
Theophilus, Ad Autolycum 9
Not analysed yet
Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν, ὀνόματά ἐστι νεκρῶν ἀνθρώπων· καὶ τούτων τίνων καὶ ποταπῶν; οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται, καὶ τὰ ἑαυτοῦ τέκνα ἀναλίσκων; εἰ δὲ καὶ Δία τὸν παῖδα αὐτοῦ εἴποις, κατάμαθε κἀκείνου τὰς πράξεις, καὶ τὴν ἀναστροφήν· πρῶτον μὲν ὅτι ἐν Ἴδῃ ὑπὸ αἰγὸς ἀνετράφη, καὶ ταύτην σφάξας, κατὰ τοὺς μύθους, καὶ ἐκδείρας, ἐποίησεν ἑαυτῷ ἔνδυμα. τάς τε λοιπὰς πράξεις αὐτοῦ, περὶ τε ἀδελφοκοιτίας καὶ μοιχείας καὶ παιδοφθορίας, ἄμεινον Ὅμηρος καὶ οἱ λοιποὶ ποιηταὶ περὶ αὐτοῦ ἐξηγοῦνται. τί μοι τὸ λοιπὸν καταλέγειν περὶ τῶν υἱῶν αὐτοῦ, Ἡρακλέα μὲν ἑαυτὸν καύσαντα· Διόνυσον δὲ μεθύοντα καὶ μαινόμενον· καὶ Ἀπόλλωνα τὸν Ἀχιλλέα δεδιότα καὶ φεύγοντα, καὶ τῆς Δάφνης ἐρῶντα, καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα· ἢ Ἀφροδίτην τὴν τιτρωσκομένην· καὶ Ἄρεα τὸν βροτολοιγὸν, ἔτι δὲ καὶ ἰχῶρα ῥέοντα τούτων τῶν λεγομένων θεῶν; καὶ ταῦτα μέν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισμένος ὁ καλούμενος Ὄσιρις· οὗ καὶ κατ᾿ ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου, καὶ εὑρισκομένου, καὶ κατὰ μέλος ζητουμένου. οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται. τί δὲ μοι λέγειν Ἄττιν ἀποκοπτόμενον; ἢ Ἄδωνιν ἐν ὕλῃ ῥεμβόμενον, καὶ κυνηγετοῦντα, καὶ τιτρωσκόμενον ὑπὸ συός; ἢ Ἀσκληπιὸν κεραυνούμενον; καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα; ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν, καὶ ἀνδροφόνον, καὶ κυνηγέτιν, καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεισαν; ταῦτα γὰρ οὐχ ἡμεῖς φαμὲν, ἀλλὰ οἱ καθ᾿ ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσι.