Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 12-2
Not analysed yet
Τῆς μὲν οὖν Ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ᾿ ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι, καὶ μυρίας γλώσσας· ἀλλ᾿ οὐδὲ εἰ μυρίοις ἔτεσι βιώσει τις, ἐπιδημῶν ἐν τῷδε τῷ βίῳ, οὐδὲ οὕτως ἔσται ἱκανὸς πρὸς ταῦτα ἀξίως τι εἰπεῖν, διὰ τὸ ὑπέρβαλλον μέγεθος καὶ τὸν πλοῦτον τῆς σοφίας τοῦ Θεοῦ, τῆς οὔσης ἐν ταύτῃ τῇ προγεγραμμένῃ Ἑξαημέρῳ. πολλοὶ μὲν οὖν τῶν συγγραφέων ἐμιμήσαντο, καὶ ἠθέλησαν περὶ τούτων διήγησιν ποιήσασθαι, καίτοι λαβόντες ἐντεῦθεν τὰς ἀφορμὰς, ἤτοι περὶ κόσμου κτίσεως, ἢ περὶ φύσεως ἀνθρώπου· καὶ οὐδὲ τὸ τυχὸν ἔναυσμα ἄξιόν τι τῆς ἀληθείας ἐξεῖπον. δοκεῖ δὲ τὰ ὑπὸ τῶν φιλοσόφων ἢ συγγραφέων καὶ ποιητῶν εἰρημένα ἀξιόπιστα μὲν εἶναι, παρὰ τὸ φράσει κεκαλλωπίσθαι. μωρὸς δὲ καὶ κένος ὁ λόγος αὐτῶν δείκνυται, ὅτι πολλὴ μὲν πληθὺς τῆς φλυαρίας αὐτῶν ἐστι· τὸ τυχὸν δὲ τῆς ἀληθείας ἐν αὐτοῖς οὐχ εὑρίσκεται. καὶ γὰρ εἴ τι δοκεῖ ἀληθὲς δι᾿ αὐτῶν ἐκπεφωνῆσθαι, σύγκρασιν ἔχει τῇ πλάνῃ. καθάπερ γὰρ φάρμακόν τι δηλητήριον συγκραθὲν μέλιτι, ἢ οἴνῳ, ἢ ἑτέρῳ τινὶ, τὸ πᾶν ποιεῖ βλαβερὸν καὶ ἄχρηστον· οὕτως καὶ ἡ ἐν αὐτοῖς πολυλογία εὑρίσκεται ματαιοπονία, καὶ βλάβη μᾶλλον τοῖς πειθομένοις αὐτῇ. ἔτι μὴν καὶ περὶ τῆς ἑβδόμης ἡμέρας ἥν πάντες μὲν ἄνθρωποι ὀνομάζουσιν, οἱ δὲ πλείους ἀγνοοῦσιν, ὅτι παρ᾿ Ἑβραίοις ὃ καλεῖται σάββατον Ἑλληνιστὶ ἑρμηνεύεται ἑβδομάς· ἥτις εἰς πᾶν γένος ἀνθρώπων ὀνομάζεται μὲν, δι᾿ ἣν δὲ αἰτίαν καλοῦσιν αὐτὴν οὐκ ἐπίστανται. τὸ δὲ εἰπεῖν Ἡσίοδον τὸν ποιητὴν ἐκ χάους γεγενῆσθαι Ἔρεβον, καὶ τὴν γῆν καὶ ἔρωτα κυριεύοντα τῶν κατ᾿ αὐτόν τε Θεῶν καὶ ἀνθρώπων, μάταιον καὶ ψυχρὸν τὸ ῥῆμα αὐτοῦ, καὶ ἀλλότριον πάσης ἀληθείας δείκνυται. Θεὸν γὰρ οὐ χρὴ ὑφ᾿ ἡδονῆς νικᾷσθαι· ὅπου γε καὶ οἱ σώφρονες ἄνθρωποι ἀπέχονται πάσης αἰσχρᾶς ἡδονῆς, καὶ ἐπιθυμίας κακῆς.