Ancient Greek · ~11 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 13-2
Not analysed yet
Ἀλλὰ καὶ τὸ ἐκ τῶν ἐπιγείων κάτωθεν ἄρξασθαι καὶ λέγειν τὴν ποίησιν τῶν γεγενημένων, ἀνθρώπινον καὶ ταπεινὸν καὶ πάνυ ἀσθενὲς τὸ ἐννόημα αὐτοῦ, ὡς πρὸς Θεόν ἐστιν. ἄνθρωπος γὰρ κάτω ὢν, ἄρχεται ἐκ τῆς γῆς οἰκοδομεῖν, καὶ οὐ πρὸς τάξιν δύναται καὶ τὴν ὀροφὴν ποιῆσαι, ἐὰν μὴ τὸν θεμέλιον ὑπόθηται. Θεοῦ δὲ τὸ δυνατὸν ἐκ τούτου δείκνυται, ἴνα πρῶτον μὲν ἐξ οὐκ ὄντων ποιῇ τὰ γινόμενα, εἶτα καθὼς βούλεται. τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατά ἐστι παρὰ Θεῷ· διὸ καὶ ὁ προφήτης πρῶτον εἴρηκε τὴν ποίησιν τοῦ οὐρανοῦ γεγενῆσθαι, τρόπον ἐπέχοντα ὀροφῆς, λέγων· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, τουτέστι διὰ τῆς ἀρχῆς γεγενῆσθαι τὸν οὐρανὸν καθὼς ἔφθημεν δεδηλωκέναι. γῆν δὲ λέγει δυνάμει ἔδαφος καὶ θεμέλιον, ἄβυσσον δὲ τὴν πληθὺν τῶν ὑδάτων· καὶ σκότος διὰ τὸ τὸν οὐρανὸν, γεγονότα ὑπὸ τοῦ Θεοῦ, ἐσκεπακέναι καθαπερεὶ πῶμα τὰ ὕδατα σὺν τῇ γῇ. πνεῦμα δὲ τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ὃ ἔδωκεν ὁ Θεὸς εἰς ζωογόνησιν τῇ κτίσει καθάπερ ἀνθρώπῳ ψυχὴν, τῷ λεπτῷ τὸ λεπτὸν συγκεράσας· τὸ γὰρ πνεῦμα λεπτὸν καὶ τὸ ὕδωρ λεπτόν· ὅπως τὸ μὲν πνεῦμα τρέφῃ τὸ ὕδωρ, τὸ δὲ ὕδωρ σὺν τῷ πνεύματι τρέφῃ τὴν κτίσιν διϊκνούμενον πανταχόσε. ἓν μὲν τὸ πνεῦμα, φωτὸς τύπον ἔπεχον, ἐμεσίτευε τοῦ ὕδατος καὶ τοῦ οὐρανοῦ, ἵνα τρόπῳ τινι μὴ κοινωνῇ τὸ σκότος τῷ οὐρανῷ ἐγγυτέρῳ ὄντι τοῦ Θεοῦ, πρὸ τοῦ εἰπεῖν τὸν Θεόν· γενηθήτω φῶς. ὥσπερ οὖν καμάρα ὁ οὐρανὸς ὢν συνεῖχε τὴν ὕλην βώλῳ ἐοικυῖαν. καὶ γὰρ εἴρηκε περὶ τοῦ οὐρανοῦ ἕτερος προφήτης ὀνόματι Ἠσαΐας λέγων· Θεὸς οὗτος ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖσθαι. ἡ διάταξις οὖν τοῦ Θεοῦ, τοῦτό ἐστιν ὁ λόγος αὐτοῦ, φαίνων ὥσπερ λύχνος ἐν οἰκήματι συνεχομένῳ, ἐφώτισε τὴν ὑπ᾿ οὐρανὸν, χωρὶς μὲν τοῦ κόσμου ποιήσας. καὶ τὸ μὲν φῶς ὁ Θεὸς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος νύκτα· ἐπειτοί γε ἄνθρωπος οὐκ ἂν ᾔδει καλεῖν τὸ φῶς ἡμέραν, ἢ τὸ σκότος νύκτα· ἀλλ᾿ οὐδὲ μὲν τὰ λοιπὰ εἰ μὴ τὴν ὀνομασίαν εἰλήφει ἀπὸ τοῦ ποιήσαντος αὐτὰ Θεοῦ. τῇ μὲν οὖν πρώτῃ ὑποθέσει τῆς ἱστορίας, καὶ γενέσεως τοῦ κόσμου, εἴρηκεν ἡ ἁγία γραφὴ οὐ περὶ τούτου τοῦ στερεώματος, ἀλλὰ περὶ ἑτέρου οὐρανοῦ τοῦ ἀοράτου ἡμῖν ὄντος, μεθ᾿ ὃν οὗτος ὁ ὁρατὸς οὐρανὸς κέκληται στερέωμα, ἐφ᾿ ᾧ ἀνείληπται τὸ ἥμισυ τοῦ ὕδατος, ὅπως ᾖ τῇ ἀνθρωπότητι εἰς ὑετοὺς καὶ ὄμβρους καὶ δρόσους. τὸ δὲ ἥμισυ ὕδατος ὑπελείφθη ἐν τῇ γῇ εἰς ποταμοὺς καὶ πηγὰς καὶ θαλάσσας· ἔτι οὖν συνέχοντος τοῦ ὕδατος τὴν γῆν, μάλιστα κοίλους τόπους, ἐποίησεν ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ τὸ ὕδωρ συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ ὁρατὴν γενηθῆναι τὴν ξηρὰν, πρότερον γεγονυῖαν αὐτὴν ἀόρατον. ὁρατὴ οὖν ἡ γῆ γενομένη ἔτι ὑπῆρχεν ἀκατασκεύαστος. κατεσκεύασεν οὖν αὐτὴν καὶ κατεκόσμησεν ὁ Θεὸς διὰ παντοδαπῶν χλοῶν καὶ σπερμάτων καὶ φυτῶν.