Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 15
Not analysed yet
Τετάρτῃ ἡμέρᾳ ἐγένοντο οἱ φωστῆρες. ἐπειδὴ ὁ Θεὸς, προγνωστὴς ὢν, ἠπίστατο τὰς φλυαρίας τῶν ματαίων φιλοσόφων, ὅτι ἔμελλον λέγειν ἀπὸ τῶν στοιχείων εἶναι τὰ ἐπὶ τῆς γῆς φυόμενα, πρὸς τὸ ἀθετεῖν τὸν Θεόν· ἵν᾿ οὖν τὸ ἀληθὲς δειχθῇ, προγενέστερα γέγονε τὰ φυτὰ καὶ τὰ σπέρματα τῶν στοιχείων. τὰ γὰρ μεταγενέστερα οὐ δύναται ποιεῖν τὰ αὐτῶν προγενέστερα. ταῦτα δὲ δεῖγμα καὶ τύπον ἐπέχει μεγάλου μυστηρίου. ὁ γὰρ ἥλιος ἐν τύπῳ Θεοῦ ἐστιν· ἡ δὲ σελήνη ἀνθρώπου. καὶ ὥσπερ ὁ ἥλιος πολὺ διαφέρει τῆς σελήνης δυνάμει καὶ δόξῃ, οὕτω πολὺ διαφέρει ὁ Θεὸς τῆς ἀνθρωπότητος· καὶ καθάπερ ὁ ἥλιος πλήρης πάντοτε διαμένει, μὴ ἐλάσσων γινόμενος, οὕτω πάντοτε ὁ Θεὸς τέλειος διαμένει, πλήρης ὢν πάσης δυνάμεως καὶ συνέσεως καὶ σοφίας καὶ ἀθανασίας καὶ πάντων τῶν ἀγαθῶν. ἡ δὲ σελήνη κατὰ μῆνα φθίνει, καὶ δυνάμει ἀποθνήσκει, ἐν τύπῳ οὖσα ἀνθρώπου, ἔπειτα ἀναγεννᾶται καὶ αὔξει εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως. ὡσαύτως καὶ αἱ τρεῖς ἡμέραι, πρὸ τῶν φωστήρων γεγονυῖαι, τύποι εἰσὶ τῆς τριάδος, τοῦ Θεοῦ, καὶ τοῦ λόγου αὐτοῦ, καὶ τῆς σοφίας αὐτοῦ. τετάρτῳ δὲ τύπῳ ἐστὶν ἄνθρωπος ὁ προσδεὴς τοῦ φωτὸς, ἵνα ᾖ Θεὸς, λόγος, σοφία, ἄνθρωπος. διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ ἐγεννήθησαν φωστῆρες. ἡ δὲ τῶν ἄστρων θέσις οἰκονομίαν καὶ τάξιν ἔχει τῶν δικαίων καὶ εὐσεβῶν καὶ τηρούντων τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ. οἱ γὰρ ἐπιφανεῖς ἀστέρες καὶ λαμπροὶ εἰσὶν εἰς μίμησιν τῶν προφητῶν. διὰ τοῦτο καὶ μένουσιν ἀκλινεῖς, μὴ μεταβαίνοντες εἰς τόπον ἐκ τόπου. οἱ δὲ ἑτέραν ἔχοντες τάξιν τῆς λαμπρότητος, τύποι εἰσὶ τοῦ λαοῦ τῶν δικαίων. οἱ δ᾿ αὖ μεταβαίνοντες καὶ φεύγοντες τόπον ἐκ τόπου, οἱ καὶ πλάνητες καλούμενοι, καὶ αὐτοὶ τύπος τυγχάνουσι τῶν ἀφισταμένων ἀνθρώπων ἀπὸ τοῦ Θεοῦ, καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα αὐτοῦ.